Δευτέρα, 16 Σεπτεμβρίου 2013

Παλαιά Διαθήκη


ΓΕΝΕΣΙΣ
ΓΕΝΕΣΗ


ΚΕΦΑΛΑΙΑ 46-48


ΚΕΦΑΛΑΙΟ 46ο


Ο Θεός ενθαρρύνει τον Ιακώβ να κατέβει στην Αίγυπτο, στ. 1-27

Γεν. 46,1 Ἀπάρας δὲ Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
Γεν. 46,1 Εξεκίνησε, λοιπόν, ο Ιακώβ, αυτός, με όλα τα υπάρχοντά του και όλοι οι άλλοι μαζή του και ήλθεν στο “Φρέαρ του όρκου”, εις την Βηρσαβεέ και εκεί προσέφερε θυσίαν στον Θεόν του πατρός του Ισαάκ.

Γεν. 46,2 εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ, ὁ δὲ εἶπε· τί ἐστιν;
Γεν. 46,2 Ο δε Θεός είπεν στον Ιακώβ δι' οράματος κατά την νύκτα· “Ιακώβ Ιακώβ” ! Εκείνος είπε· “τι είναι;”

Γεν. 46,3 ὁ δὲ λέγει αὐτῷ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ,
Γεν. 46,3 Ο ιδέ Θεός λέγει προς αυτόν· “εγώ είμαι ο Θεός των πατέρων σου. Μη φοβηθής να καταβής εις την Αίγυπτον, διότι εκεί θα σε αναδείξω μεγάλο έθνος.

Γεν. 46,4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου.
Γεν. 46,4 Θα μεταβώ και εγώ μαζή σου εις την Αίγυπτον και εγώ πάλιν θα σε επαναφέρω εις την γην Χαναάν, όταν λάβη τέλος ο καθωρισμένος χρόνος της παραμονής σου εις την Αίγυπτον. Ο δε υιός σου Ιωσήφ με τα ίδια του τα χέρια θα σου κλείση τα μάτια.


Γεν. 46,5 ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν,
Γεν. 46,5 Εσηκώθη ο Ιακώβ, δια να αναχωρήση από το “Φρέαρ του όρκου”. Οι υιοί του Ιακώβ έβαλαν τον πατέρα των, τα παιδιά των και τας γυναίκας των εις τας αμάξας, τας οποίας είχεν αποστείλει ο Ιωσήφ, δια να τον μταφέρουν εις την Αίγυπτον.

Γεν. 46,6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ᾿ αὐτοῦ,
Γεν. 46,6 Ελαβον λοιπόν, τα κοπάδια των και όλην την κινητήν περιουσίαν, που είχαν αποκτήσει εις την Χαναάν, και εισήλθον εις την Αίγυπτον. Εισήλθεν ο Ιακώβ και μαζή με αυτόν όλοι οι απόγονοί του,

Γεν. 46,7 υἱοὶ καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ, θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον.
Γεν. 46,7 οι υιοί του, τα παιδιά των υιών του μαζή του, αι θυγατέρες του και αι θυγατέρες των θυγατέρων του. Ολους τους απογόνους του παρέλαβε μαζή του ο Ιακώβ και τους ωδήγησεν εις την Αίγυπτον.

Γεν. 46,8 Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ Ῥουβήν.
Γεν. 46,8 Αυτά δε είναι τα ονόματα των παιδιών του Ισραήλ, που εισήλθον εις την Αίγυπτον μαζή με τον πατέρα των· Ο Ιακώβ και οι υιοί του. Πρωτότοκος του Ιακώβ ήτο ο Ρουβήν.

Γεν. 46,9 υἱοὶ δὲ Ῥουβήν· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμί.
Γεν. 46,9 Υιοί δε του Ρουβήν ήσαν, ο Ενώχ και ο Φαλλούς, ο Ασρών και ο Χαρμί.

Γεν. 46,10 υἱοὶ δὲ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.
Γεν. 46,10 Υιοί του Συμεών ήσαν ο Ιεμουήλ, ο Ιαμείν, ο Αώδ, ο Ιαχείν, ο Σααρ και ο Σαούλ, ο υιός της Χανανίτιδος.

Γεν. 46,11 υἱοὶ δὲ Λευΐ· Γηρσών, Καὰθ καὶ Μεραρί.
Γεν. 46,11 Υιοί του Λευϊ ήσαν ο Γηρσών, ο Καάθ και ο Μεραρί.

Γεν. 46,12 υἱοὶ δὲ Ἰούδα· Ἢρ καὶ Αὐνὰν καὶ Σηλὼμ καὶ Φαρὲς καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρές· Ἐσρὼν καὶ Ἰεμουήλ.
Γεν. 46,12 Υιοί του Ιούδα ήσαν ο Ηρ, ο Αυνάν, ο Σηλώμ, ο Φαρές και ο Ζαρά· ο Ηρ δε και ο Αυνάν απέθανον εις την γην Χαναάν. Ο δε Φαρές απέκτησεν υιούς τον Εσρών και τον Ιεμουήλ.

Γεν. 46,13 υἱοὶ δὲ Ἰσσάχαρ· Θωλὰ καὶ Φουὰ καὶ Ἰασοὺβ καὶ Ζαμβράμ.
Γεν. 46,13 Υιοί του Ισσάχαρ ήσαν ο Θωλά, ο Φουα, ο Ιασούβ και ο Ζαμβράμ.

Γεν. 46,14 υἱοὶ δὲ Ζαβουλών· Σερὲδ καὶ Ἀλλὼν καὶ Ἀχοήλ.
Γεν. 46,14 Υιοί του Ζαβουλών ήσαν ο Σερέδ, ο Αλλών και ο Αχοήλ.

Γεν. 46,15 οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
Γεν. 46,15 Ολοι αυτοί ήσαν υιοί, τους οποίους απέκτησεν ο Ιακώβ εκ της Λείας εις την Μεσοποταμίαν της Συρίας· επίσης είχε και θυγατέρα του την Δείναν. Ολαι αυταί αι ψυχαί, υιοί και θυγατέρες, ήσαν τριάκοντα τρεις.

Γεν. 46,16 υἱοὶ δὲ Γάδ· Σαφὼν καὶ Ἀγγὶς καὶ Σαυνὶς καὶ Θασοβὰν καὶ Ἀηδεὶς καὶ Ἀροηδεὶς καὶ Ἀρεηλείς.
Γεν. 46,16 Υιοί του Γαδ ήσαν ο Σαφών, ο Αγγίς, ο Σαυνίς, ο Θασοβάν, ο Αηδείς, ο Αροειδείς και ο Αρεηλείς.

Γεν. 46,17 υἱοὶ δὲ Ἀσήρ· Ἰεμνά, Ἰεσσουὰ καὶ Ἰεοὺλ καὶ Βαριὰ καὶ Σάρα ἀδελφὴ αὐτῶν. υἱοὶ δὲ Βαριά· Χοβόρ καὶ Μελχιίλ.
Γεν. 46,17 Υιοί του Ασήρ ήσαν ο Ιεμνά, ο Ιεσσουά, ο Ιεούλ, ο Βαριά και η Σαρα η αδελφή αυτών. Υιοί δε του Βαριά ήσαν ο Χοβόρ και ο Μελχιίλ.

Γεν. 46,18 οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ δεκαὲξ ψυχάς.
Γεν. 46,18 Ολοι οι ανωτέρω ήσαν υιοί της Ζελφάς, την οποίαν είχε δώσει ο Λαβαν εις την Λείαν την θυγατέρα αυτού. Από αυτήν ο Ιακώβ απέκτησε τους δεκαέξ αυτούς απογόνους.

Γεν. 46,19 υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακώβ· Ἰωσὴφ καὶ Βενιαμίν.
Γεν. 46,19 Υιοί δε της Ραχήλ, της γυναικός του Ιακώβ, ήσαν ο Ιωσήφ και ο Βενιαμίν.

Γεν. 46,20 ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσεννὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ. ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ. υἱοὶ δὲ Ἐφραΐμ ἀδελφοῦ Μανασσῆ· Σουταλαὰμ καὶ Ταάμ. υἱοὶ δὲ Σουταλαάμ· Ἐδέμ.
Γεν. 46,20 Οι δε υιοί του Ιωσήφ, τους οποίους απέκτησεν εις την Αίγυπτον από την σύζυγόν του την Ασεννέθ, θυγατέρα του Πετεφρή ιερέως της Ηλιουπόλεως, ήσαν ο Μανασσής και ο Εφραΐμ. Ο Μανασσής απέκτησεν υιούς από την Σύραν, την παλλακήν αυτού, ένας εκ των οποίων ήτο ο Μαχίρ. Ο δε Μαχίρ απέκτησε τον Γαλαάδ. Υιοί του Εφραΐμ, αδελφού του Μανασσή, ήσαν ο Σουταλαάμ και ο Ταάμ. Υιός δε του Σουταλαάμ ήτο ο Εδέμ.

Γεν. 46,21 υἱοὶ δὲ Βενιαμίν· Βαλὰ καὶ Χοβὼρ καὶ Ἀσβήλ· ἐγένοντο δὲ υἱοὶ Βαλά· Γηρὰ καὶ Νεομὰν καὶ Ἀγχὶς καὶ Ῥὼς καὶ Μαμφὶμ καὶ Ὀφιμίν. Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.
Γεν. 46,21 Υιοί του Βενιαμίν ήσαν ο Βαλά, ο Χοβώρ και ο ' Ασβήλ. Υιοί του Βαλά ήσαν ο Γηρά, ο Νοεμάν, ο Αγχίς, ο Ρως, ο Μαμφίμ και ο Οφιμίν. Ο Γηρά απέκτησεν υιόν τον Αράδ.

Γεν. 46,22 οὗτοι υἱοὶ Ῥαχήλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
Γεν. 46,22 Αυτοί ήσαν απόγονοι του Ιακώβ και της Ραχήλ, εν συνόλω ψυχαί δέκα οκτώ.

Γεν. 46,23 υἱοὶ δὲ Δάν· Ἀσόμ.
Γεν. 46,23 Υιός του Δαν ήτο ο Ασόμ.

Γεν. 46,24 καὶ υἱοὶ Νεφθαλείμ· Ἀσιὴλ καὶ Γωυνὶ καὶ Ἰσσάαρ καὶ Συλλήμ.
Γεν. 46,24 Υιοί του Νεφθαλείμ ήσαν ο Ασιήλ, ο Γωυνί, ο Ισσάαρ και ο Συλλήμ.

Γεν. 46,25 οὗτοι υἱοὶ Βαλᾶς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ ἑπτά.
Γεν. 46,25 Αυτοί ήσαν τέκνα της δούλης Βαλάς, την οποίαν ο Λαβαν είχεν δώσει εις την θυγατέρα του Ραχήλ. Από αυτήν απέκτησεν ο Ιακώβ τους ανωτέρω απογόνους εν όλω επτά.

Γεν. 46,26 πᾶσαι δέ αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακώβ, πᾶσαι ψυχαὶ ἑξηκονταέξ.
Γεν. 46,26 Ολοι δε οι άνδρες, οι οποίοι εισήλθον εις την Αίγυπτον μαζή με τον Ιακώβ, οι γεννηθέντες από αυτόν, πλην των συζύγων των υιών Ισραήλ, ήσαν εν συνόλω εξήκοντά εξ.

Γεν. 46,27 υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα. πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ψυχαὶ ἑβδομηκονταπέντε.
Γεν. 46,27 Υιοί δε και έγγονοι του Ιωσήφ, τους οποίους απέκτησεν εις την Αίγυπτον ήσαν εννέα άνδρες. Επομένως όλοι οι άνδρες, υιοί και απόγονοι του Ιακώβ, οι οποίοι εισήλθον μαζή του εις την Αίγυπτον ήσαν εβδομήκοντα πέντε.

Ο Ιακώβ και η οικογενειά του στην Αίγυπτο, στ. 28-34

Γεν. 46,28 Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ συναντῆσαι αὐτῷ καθ᾿ Ἡρώων πόλιν, εἰς γῆν Ῥαμεσσῆ.
Γεν. 46,28 Ο Ιακώβ έστειλε προ αυτού προς τον Ιωσήφ τον Ιούδαν, δια να προετοιμάση την συνάντησίν του με τον υιόν του τον Ιωσήφ εις την πόλιν των Ηρώων, εις την χώραν “Ραμεσσή”, την άλλως ονομαζομένην Γεσέμ.

Γεν. 46,29 ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ καθ᾿ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
Γεν. 46,29 Ο Ιωσήφ έζευξε τα άρματά του και μετέβη προς συνάντησιν του πατρός του Ιακώβ εις την πόλιν των Ηρώων. Οταν δε τον είδεν, έπεσεν στον τράχηλόν του, τον ενηγκαλίσθη και έκλαυσε με ασυγκράτητα δάκρυα.

Γεν. 46,30 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
Γεν. 46,30 Ευτυχισμένος ο γέρων Ιακώβ είπε προς τον Ιωσήφ· “ας αποθάνω από την στιγμήν αυτήν, αφού είδα το πρόσωπόν σου, διότι είδα ότι ακόμη συ ζης”.

Γεν. 46,31 εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ καὶ ἐρῶ αὐτῷ· οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ Χαναάν, ἥκασι πρός με·
Γεν. 46,31 Είπεν ο Ιωσήφ προς τους αδελφούς του· “εγώ θα μεταβώ τώρα στον Φαραώ και θα του είπω· Οι αδελφοί μου και όλη η οικογένεια του πατρός μου, που ήσαν εις την γην Χαναάν, έχουν έλθει προς εμέ.

Γεν. 46,32 οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
Γεν. 46,32 Οι άνδρες αυτοί είναι ποιμένες· ήσαν πάντοτε κτηνοτρόφοι. Εφεραν δε μαζή των τα κτήνη, τα βόδια των και ο,τι άλλο είχαν εκεί και όλην την άλλην κινητήν περιουσίαν των έφεραν μαζή των.

Γεν. 46,33 ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ καὶ εἴπῃ ὑμῖν· τί τὸ ἔργον ὑμῶν ἐστίν;
Γεν. 46,33 Εάν λοιπόν σας καλέση ο Φαραώ και σας ερωτήση, ποίον είναι το έργον σας;

Γεν. 46,34 ἐρεῖτε· ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
Γεν. 46,34 Σεις θα απαντήσετε· Ημείς, οι δούλοί σου, είμεθα άνδρες κτηνοτρόφοι από της παιδικής μας ηλικίας μέχρι σήμερον, ημείς και οι πατέρες μας. Θα πήτε δε αυτά, δια να σας αφήση να κατοικήσετε εις την Γεσέμ της Αραβίας, μακράν από την κεντρικήν Αίγυπτον, διότι οι Αιγύπτιοι αποστρέφονται και δεν θέλουν να έχουν επικοινωνίαν με ποιμένας προβάτων”.



ΚΕΦΑΛΑΙΟ 47ο


Ο Ιακώβ και η οικογενειά του στην Αίγυπτο, στ. 1-4

Γεν. 47,1 Ἐλθὼν δὲ Ἰωσὴφ ἀπήγγειλε τῷ Φαραὼ λέγων· ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χαναὰν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσέμ.
Γεν. 47,1 Επεσκέφθη ο Ιωσήφ τον Φαραώ και του ανήγγειλεν ότι· “ο πατήρ μου, οι αδελφοί μου, τα ποίμνιά των, τα βόδια των και όλα τα υπάρχοντά των ήλθον από την γην Χαναάν και ιδού, ευρίσκονται τώρα εις την χώραν της Γεσέμ”.

Γεν. 47,2 ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβε πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραώ.
Γεν. 47,2 Είχε δε πάρει μαζή του πέντε από τους αδελφούς του και τους παρουσίασεν ενώπιον του Φαραώ.

Γεν. 47,3 καὶ εἶπε Φαραὼ τοῖς ἀδελφοῖς Ἰωσήφ· τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραώ· ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.
Γεν. 47,3 Ηρώτησε δε ο Φαραώ τους αδελφούς του Ιωσήφ· “ποίον είναι το επάγγελμά σας; Ποία η εργασία σας;” Εκείνοι του απήντησαν· “ποιμένες προβάτων είμεθα οι δούλοι σου, και ημείς και οι πρόγονοί μας”.

Γεν. 47,4 εἶπαν δὲ τῷ Φαραώ· παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστι νομὴ τοῖς κτήνεσι τῶν παίδων σου, ἐνίσχυσε γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν· νῦν οὖν κατοικήσωμεν οἱ παῖδές σου ἐν γῇ Γεσέμ.
Γεν. 47,4 Είπαν δε ακόμη στον Φαραώ· “έχομεν δε έλθει, δια να κατοικήσωμεν προσωρινώς εις την χώραν αυτήν. Και τούτο, διότι δεν υπάρχει βοσκή δια τα ζώα των δούλων σου επειδή ο λιμός έχει ενταθή πολύ εις την γην Χανααν. Ας κατοικήσωμεν λοιπόν τώρα οι δούλοι σου εις την περιοχήν Γεσέμ”.


Ο Ιακώβ παρουσιάζεται στο Φαραώ, στ. 5-12

Γεν. 47,5 εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου.
Γεν. 47,5 Είπε δε ο Φαραώ προς τον Ιωσήφ· “ναι, ας κατοικήσουν εις την Γεσέμ. Εάν δε γνωρίζης ότι μεταξύ αυτών υπάρχουν άνδρες ικανοί και ισχυροί να τους διορίσης αρχιποίμενας εις τα ιδικά μου κοπάδια των ζώων”. Ετσι ήλθαν εις την Αίγυπτον προς τον Ιωσήφ ο Ιακώβ και τα παιδιά του και επληροφορήθη τούτο ο Φαραώ, ο βασιλεύς της Αιγύπτου.

Γεν. 47,6 καὶ εἶπε Φαραὼ πρὸς Ἰωσὴφ λέγων· ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ· ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σου ἐστίν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου.
Γεν. 47,6 Εἶπεν ο Φαραώ προς τον Ιωσήφ και τα εξής· “είδα ότι ο πατέρας σου και οι αδελφοί σου έχουν έλθει προς σέ. Ιδού ενώπιόν σου ευρίσκεται η χώρα της Αιγύπτου εις την διάθεσίν σου. Εις την καλυτέραν περιοχήν να εγκαταστήσης τον πατέρα σου και τους αδελφούς σου.

Γεν. 47,7 εἰσήγαγε δὲ Ἰωσὴφ Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραώ, καὶ ηὐλόγησεν Ἰακὼβ τὸν Φαραώ.
Γεν. 47,7 Ο Ιωσήφ ωδήγησε τον πατέρα του τον Ιακώβ και τον παρουσίασεν ενώπιον του Φαραώ. Ο δε Ιακώβ ευλόγησε τον Φαραώ.

Γεν. 47,8 εἶπε δὲ Φαραὼ τῷ Ἰακώβ· πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;
Γεν. 47,8 Ο Φαραώ ηρώτησε τον Ιακώβ· “πόσων ετών είσαι;”

Γεν. 47,9 καὶ εἶπεν Ἰακὼβ τῷ Φαραώ· αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
Γεν. 47,9 Ο δε Ιακώβ του απήντησε· “τα έτη της ζωής μου, κατά τα οποία κατοικώ εις την γην, ανέρχονται εις εκατόν τριάκοντα. Ολίγα και γεμάτα θλίψεις και περιπετείας είναι τα έτη της ζωής μου. Δεν έφθασα εις τα έτη των προγόνων μου, τα οποία έζησαν εκείνοι ως πάροικοι εις την γην”.

Γεν. 47,10 καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ.
Γεν. 47,10 Ο Ιακώβ ευχηθείς και πάλιν τον Φαραώ, εξήλθεν από τα ανάκτορα αυτού.

Γεν. 47,11 καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτῳ ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ.
Γεν. 47,11 Ο Ιωσήφ εγκατέστησε τον πατέρα και τους αδελφούς του, σύμφωνα με το πρόσταγμα του Φαραώ, εις την ωραιοτάτην περιοχήν της Αιγύπτου, εις την χώραν Ραμεσσή, την Γεσέμ, την οποίαν και έδωσεν εις αυτούς ως ιδιοκτησίαν.

Γεν. 47,12 καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.
Γεν. 47,12 Κατά δε την διάρκειαν του λιμού εχορήγει ο Ιωσήφ στον πατέρα του και τους αδελφούς του και εις όλα τα μέλη των οικογενειών του οίκου του πατρός του, σιτάρι αναλόγως με τα άτομα που είχεν εκάστη.


Η Αίγυπτος πωλείται στο Φαραώ, στ. 13-26

Γεν. 47,13 Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ.
Γεν. 47,13 Σίτος δε δεν υπήρχε πλέον εις όλην την χώραν, διότι ο λιμός ενετάθη πολύ. Η χώρα της Αιγύπτου και η χώρα της Χαναάν εξηντλήθησαν ένεκα του λιμού.

Γεν. 47,14 συνήγαγε δὲ Ἰωσὴφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χαναὰν τοῦ σίτου, οὗ ἠγόραζον, καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ.
Γεν. 47,14 Ο δε Ιωσήφ συνεκέντρωσεν όλα τα χρήματα, που υπήρχον εις την Αίγυπτον και εις την Χαναάν, πωλών τον σίτον, τον οποίον ηγόραζον οι κάτοικοι. Ετσι δε ο Ιωσήφ συνεκέντρωσεν όλον το αργύριον στον οίκον του Φαραώ.

Γεν. 47,15 καὶ ἐξέλιπε πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χαναάν. ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ἰωσήφ, λέγοντες· δὸς ἡμῖν ἄρτους, καὶ ἱνατί ἀποθνήσκομεν ἐναντίον σου; ἐκλέλοιπε γὰρ τὸ ἀργύριον ἡμῶν.
Γεν. 47,15 Ενεκα του συνεχιζόμενου λιμού και της αγοράς του σίτου εξηντλήθησαν τα χρήματα των ανθρώπων της Αιγύπτου και της Χαναάν. Δεν είχον πλέον με τι να αγοράσουν σίτον. Δια τούτο ήλθαν προς τον Ιωσήφ και του είπον· “δος μας ψωμί· διατί να αποθάνωμεν ενώπιόν σου; Τα χρήματά μας έχουν πλέον εξαντληθή”.

Γεν. 47,16 εἶπε δὲ αὐτοῖς Ἰωσήφ· φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπε τὸ ἀργύριον ὑμῶν.
Γεν. 47,16 Ο Ιωσήφ τους είπεν· “αφού δεν έχετε άλλα χρήματα, φέρετέ μου τα ζώα σας και αντί αυτών θα σας δώσω άρτους, αφού έχουν εξαντληθή πλέον τα χρήματά σας”.

Γεν. 47,17 ἤγαγον δὲ τὰ κτήνη αὐτῶν πρὸς Ἰωσήφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Γεν. 47,17 Εφεραν λοιπόν τα ζώα των οι Αιγύπτιοι προς τον Ιωσήφ και εκείνος τους έδωσεν άρτους αντί των ίππων και αντί των προβάτων, αντί των βοών και αντί των όνων και διέθρεψεν αυτούς κατά το έτος εκείνο με άρτους αντί όλων των κτηνών, που είχε πάρει υπό την κατοχήν του.

Γεν. 47,18 ἐξῆλθε δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ· μή ποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν; εἰ γὰρ ἐκλέλοιπε τὸ ἀργύριον ἡμῶν καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολέλειπται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ᾿ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν.
Γεν. 47,18 Επέρασε και το έτος εκείνο της πείνας, έφθασε το δεύτερον έτος, κατά το οποίον επανήλθον οι Αιγύπτιοι προς αυτόν και του είπαν· “δος μας τρόφιμα. Μηπως, τάχα, και θα επιτρέψης ποτέ συ ο κύριός μας να εξοντωθώμεν όλοι από την πείναν; Εφ' όσον έχουν εξαντληθή τα χρηιματά μας, η δε κινητή περιουσία μας και τα ζώα μας είναι πλέον ιδικά σου, δεν υπολείπεται πλέον εις ημάς ει μη μόνον να θέσωμεν υπό την εξουσίαν σου τον εαυτόν μας και τα χωράφια μας, να γίνωμεν ακτήμονες δούλοι σου.

Γεν. 47,19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται.
Γεν. 47,19 Δια να μην αποθάνωμεν, λοιπόν, από την πείναν ενώπιόν σου και μείνη έρημος από ανθρώπους η χώρα της Αιγύπτου, αγόρασε ημάς και τα χωράφια μας, αντί των άρτων, που θα μας δώσης. Θα είμεθα ημείς δούλοι του Φαραώ και οι αγροί μας ιδιοκτησία του. Δος μας σίτον προς σποράν, δια να σπείρωμεν και θερίσωμεν, έτσι δε να ζήσωμεν, να μη αποθάνωμεν και ερημωθή πλέον ο τόπος”.

Γεν. 47,20 καὶ ἐκτήσατο Ἰωσὴφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραώ, ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός· καὶ ἐγένετο ἡ γῇ τῷ Φαραώ,
Γεν. 47,20 Ετσι δε ο Ιωσήφ ηγόρασε δια τον Φαραώ όλην την χώραν των Αιγυπτίων. Διότι οι Αιγύπτιοι επώλησαν την χώραν των στον Φαραώ, επειδή ο μεγάλος λιμός διήρκεσε πολύ. Η Αίγυπτος έγινεν ιδιοκτησία του Φαραώ.

Γεν. 47,21 καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ᾿ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,
Γεν. 47,21 Και τον λαόν ακόμη τον έκαμε δούλον στον Φαραώ από το ένα έως το άλλο άκρον και καθ' όλα τα όρια της γης Αιγύπτου,

Γεν. 47,22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ἰωσήφ, ἐν δόσει γὰρ ἔδωκε δόμα τοῖς ἱερεῦσι Φαραώ, καὶ ἤσθιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραώ· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.
Γεν. 47,22 Εκτός μόνον της χώρας των ιερέων. Αυτήν δεν την ηγόρασεν ο Ιωσήφ, διότι ο Φαραώ έδιδε δωρεάν στους ιερείς το απαραίτητον ποσόν του σίτου και ετρέφοντο από την χορηγίαν αυτήν, δια τούτο δε και δεν επώλησαν εκείνοι την περιοχήν των.

Γεν. 47,23 εἶπε δὲ Ἰωσὴφ πᾶσι τοῖς Αἰγυπτίοις· ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν,
Γεν. 47,23 Είπε τότε ο Ιωσήφ προς όλους τους άλλους Αιγυπτίους· “ιδού, σήμερον έχω αγοράσει δια τον Φαραώ και σας ως δούλους του και την χώραν σας ως ιδιοκτησίαν του. Λαβετε λοιπόν τώρα δια τον εαυτόν του ο καθένας σίτον προς σποράν και σπείρατε τα χωράφια σας.

Γεν. 47,24 καὶ ἔσται τὰ γεννήματα αὐτῆς καὶ δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.
Γεν. 47,24 Ομως κατά τον θερισμόν των αγρών σας θα δώσετε το εν πέμπτον του σίτου στον Φαραώ τα δε τέσσερα πέμπτα θα τα κρατήσετε προς σποράν και προς διατροφήν όλων των ανθρώπων του οίκου σας”.

Γεν. 47,25 καὶ εἶπαν· σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ.
Γεν. 47,25 Εκείνοι δε ευχαριστημένοι απήντησαν· “μας έσωσες ! Ευρήκαμεν ενώπιόν σου χάριν, ενώπιον του κυρίου μας. Θα είμεθα δούλοι στον Φαραώ”.

Γεν. 47,26 καὶ ἔθετο αὐτοῖς Ἰωσὴφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης, ἐπὶ γῆς Αἰγύπτου τῷ Φαραὼ ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραώ.
Γεν. 47,26 Τοτε δε εξέδωσε και διαταγήν δια τους Αιγυπτίους ο Ιωσήφ, η οποία ισχύει και μέχρι σήμερον· να δίδεται από τα προϊόντα της γης Αιγύπτου το εν πέμπτον στον Φαραώ, εκτός της γης των ιερέων. Η γη αυτή δεν ανήκεν στον Φαραώ.


Η τελευταία επιθυμία του Ιακώβ, στ. 27-31

Γεν. 47,27 Κατῴκησε δὲ Ἰσραὴλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ γῆς Γεσὲμ καὶ ἐκληρονόμησαν ἐπ᾿ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα.
Γεν. 47,27 Ο Ιακώβ εγκατεστάθη εις την χώραν της Αιγύπτου, εις την περιοχήν Γεσέμ, την οποίαν επήραν ως ιδιοκτησίαν των. Εκεί δε οι απόγονοι του Ισραήλ ηυξήθησαν και επληθύνθησαν πάρα πολύ.

Γεν. 47,28 ἐπέζησε δὲ Ἰακὼβ ἐν γῇ Αἰγύπτῳ δεκαεπτὰ ἔτη· καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαρακονταεπτὰ ἔτη.
Γεν. 47,28 Εζησε δε ακόμη ο Ιακώβ εις την χώραν της Αιγύπτου δεκαεπτά έτη· και αι ημέραι της ζωής του ανήλθον εις εκατόν τεσσαράκοντα επτά έτη.

Γεν. 47,29 ἤγγισαν δὲ αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ Ἰωσὴφ καὶ εἶπεν αὐτῷ· εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ,
Γεν. 47,29 Επλησίασαν αι ημέραι να αποθάνη. Προσεκάλεσε τότε τον υιόν του τον Ιωσήφ και του είπεν· “εάν έχω εύρει χάριν ενώπιόν σου- όπως και πράγματι ευρήκα- βάλε το χέρι σου κάτω από τον μηρόν μου και ορκίσου ότι θα μου προσφέρης και αυτήν την καλωσύνην, ότι πιστώς θα εκπληρώσης την τελευταίαν μου εντολήν· να μη με θάψης εις την Αίγυπτον.

Γεν. 47,30 ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. ὁ δὲ εἶπεν· ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου.
Γεν. 47,30 Αλλά θα ενταφιασθώ μαζή με τους πατέρας μου εις την Χαναάν. Θα με μεταφέρης από την Αίγυπτον και θα με θάψης στον τάφον των”. Ο Ιωσήφ είπε· “θα κάμω, όπως μου είπες”.

Γεν. 47,31 εἶπε δέ· ὄμοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
Γεν. 47,31 Του είπε δε ο Ιακώβ· “ορκίσου” και ο Ιωσήφ ωρκίσθη ενώπιον του πατρός του. Τοτε ο Ιακώβ προσεκύνησεν στο άκρον της ράβδου του υιού του, η οποία εσυμβολιζε την βασιλικήν του εξουσίαν.



ΚΕΦΑΛΑΙΟ 48ο


Ο Ιακώβ ευλογεί τα παιδιά του Ιωσήφ, στ. 1-22

Γεν. 48,1 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀπηγγέλη τῷ Ἰωσήφ, ὅτι ὁ πατήρ σου ἐνοχλεῖται. καὶ ἀναλαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, τὸν Μανασσῆ καὶ τὸν Ἐφραΐμ, ἦλθε πρὸς Ἰακώβ.
Γεν. 48,1 Επειτα από τα γεγονότα αυτά ανήγγειλαν στον Ιωσήφ ότι ασθενεί βαρέως ο πατήρ του. Ο Ιωσήφ επήρε τα δύο παιδιά του, τον Μανασσή και τον Εφραΐμ, και ήλθε προς τον Ιακώβ.

Γεν. 48,2 ἀπηγγέλη δὲ τῷ Ἰακὼβ λέγοντες· ἰδοὺ ὁ υἱός σου Ἰωσὴφ ἔρχεται πρὸς σέ. καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθησεν ἐπὶ τὴν κλίνην.
Γεν. 48,2 Ανήγγειλαν δε στον Ιακώβ, ότι ιδού ο υιός σου ο Ιωσήφ έρχεται προς σέ. Κατέβαλε προσπάθειαν ο Ιακώβ, συνεκέντρωσε την δύναμίν του και ανεκάθησεν εις την κλίνην του,

Γεν. 48,3 καὶ εἶπεν Ἰακὼβ τῷ Ἰωσήφ· ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν καὶ εὐλόγησέ με
Γεν. 48,3 και είπεν στον Ιωσήφ· “ο Θεός μου παρουσιάσθη εις εμέ εις την Λουζά της Χαναάν, με ευλόγησε

Γεν. 48,4 καὶ εἶπέ μοι· ἰδοὺ ἐγὼ αὐξανῶ σε καὶ πληθυνῶ σε καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον.
Γεν. 48,4 και εμού είπεν· Ιδού εγώ θα σε αυξήσω και θα σε πληθύνω· θα σε κάμω γενάρχην πολλών λαών και θα δώσω εις σε και στους απογόνους σου μετά από σέ, ως παντοτεινήν ιδιοκτησίαν σου, την χώραν αυτήν.

Γεν. 48,5 νῦν οὖν οἱ δύο υἱοί σου οἱ γενόμενοί σοι ἐν γῇ Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραΐμ καὶ Μανασσῆ, ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι·
Γεν. 48,5 Τωρα λοιπόν οι δύο υιοί σου, τους οποίους απέκτησες εις την γην της Αιγύπτου, πριν εγώ έλθω εις σέ, είναι ιδικά μου παιδιά. Ο Εφραῒμ, και ο Μανασσής θα είναι δι' εμέ, όπως είναι οι πρωτοτόκοί μου, ο Ρουβήν και ο Συμεών.

Γεν. 48,6 τὰ δέ ἔκγονα, ἃ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν· κληθήσονται ἐπὶ τοῖς ἐκείνων κλήροις.
Γεν. 48,6 Εκείνοι όμως τους οποίους θα αποκτήσης κατόπιν, θα φέρουν τα ονόματα των δύο αυτών αδελφών των και όχι το ιδικόν μου. Θα κληθούν να λάβουν μερίδιον εις την γην της επαγγελίας από το μερίδιον των δύο αδελφών των.

Γεν. 48,7 ἐγὼ δὲ ἡνίκα ἠρχόμην ἐκ Μεσοποταμίας τῆς Συρίας, ἀπέθανε Ῥαχὴλ ἡ μήτηρ σου ἐν γῇ Χαναάν, ἐγγίζοντός μου κατὰ τὸν ἱππόδρομον Χαβραθὰ τῆς γῆς τοῦ ἐλθεῖν Ἐφραθά, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου (αὕτη ἐστὶ Βηθλεέμ).
Γεν. 48,7 Οταν εγώ ηρχόμην από την Μεσοποταμίαν της Συρίας, απέθανεν η μητέρα σου η Ραχήλ εις την γην Χαναάν, όταν επλησίαζα εις την πλατείαν λεωφόρον, όπου ανεμπόδιστα ημπορούσαν να τρέχουν ίπποι, την Χαβραθά, προς το μέρος της Εφραθά δηλαδή εις την Βηθλεέμ, εκεί, εις την λεωφόρον αυτήν, έθαψα την μητέρα σου”.

Γεν. 48,8 ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ εἶπε· τίνες σοι οὗτοι;
Γεν. 48,8 Ιδών δε ο Ιακώβ τα δύο παιδιά του Ιωσήφ ηρώτησε· “τίνος είναι τα παιδιά αυτά;”

Γεν. 48,9 εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· υἱοί μου εἰσιν, οὓς ἔδωκέ μοι ὁ Θεὸς ἐνταῦθα. καὶ εἶπεν Ἰακώβ· προσάγαγέ μοι αὐτούς, ἵνα εὐλογήσω αὐτούς.
Γεν. 48,9 Ο Ιωσήφ απήντησεν στον πατέρα του· “αυτά είναι τα παιδιά μου, τα οποία μου έδωσεν ο Θεός εδώ εις την Αίγυπτον”. Είπεν ο Ιακώβ· “φέρε τα εδώ κοντά μου, δια να τα ευλογήσω”.

Γεν. 48,10 οἱ ὀφθαλμοὶ δὲ Ἰσραὴλ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν, καὶ ἐφίλησεν αὐτοὺς καὶ περιέλαβεν αὐτούς.
Γεν. 48,10 Οι οφθαλμοί του Ιακώβ είχαν βαμβώσει πλέον λόγω των γηρατείων και δεν ημπορούσε να βλέπη καθαρά. Εφερεν ο Ιωσήφ κοντά στον πατέρα του τα δυο του παιδιά και εκείνος τα εφίλησε και τα αγκάλιασε.

Γεν. 48,11 καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου.
Γεν. 48,11 Είπε ο Ιακώβ προς τον Ιωσήφ· “ιδού, πόσον με ευηργέτησεν ο Θεός ! Οχι μόνον δεν με εστέρησεν από την παρουσίαν σου, αλλά και μου έδειξε τους υιούς σου”.

Γεν. 48,12 καὶ ἐξήγαγε αὐτοὺς Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς.
Γεν. 48,12 Επήρεν ο Ιωσήφ τα παιδιά του από τα γόνατα του πατρός του και εκείνα έκλιναν το πρόσωπόν των μέχρι του εδάφους και επροσκύνησαν τον Ιακώβ.

Γεν. 48,13 λαβὼν δὲ Ἰωσὴφ τοὺς δύο υἱοὺς αὐτοῦ, τόν τε Ἐφραΐμ ἐν τῇ δεξιᾷ, ἐξ ἀριστερῶν δὲ Ἰσραήλ, τὸν δὲ Μανασσῆ ἐξ ἀριστερῶν, ἐκ δεξιῶν δὲ Ἰσραήλ, ἤγγισεν αὐτοὺς αὐτῷ.
Γεν. 48,13 Επήρε πάλιν ο Ιωσήφ τους δύο υιούς του τον Εφραῒμ εκ δεξιών του, εξ αριστερών δε του Ιακώβ, ως δευτερότοκον, τον δε Μανασσή εξ αριστερών του, εκ δεξιών δε του Ιακώβ ως πρωτότοκον, και τους επλησίασε προς τον πατέρα του.

Γεν. 48,14 ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, οὗτος δὲ ἦν ὁ νεώτερος, καὶ τὴν ἀριστερὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ἐναλλὰξ τὰς χεῖρας.
Γεν. 48,14 Ηπλωσεν ο Ιακώβ την δεξιάν του χείρα και την έθεσαν εις την κεφαλήν του Εφραΐμ, αυτός δε ήτο ο νεώτερος, και την αριστεράν του χείρα εις την κεφαλήν του Μανασσή. Εβαλε δηλαδή τας χείρας του σταυρωτά.

Γεν. 48,15 καὶ εὐλόγησεν αὐτοὺς καὶ εἶπεν· ὁ Θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἁβραὰμ καὶ Ἰσαάκ, ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης,
Γεν. 48,15 Ευλόγησεν αυτούς και είπεν· “ο Θεός, ενώπιον του οποίου, τηρήσαντες το θέλημά του, ευηρέστησαν οι πατέρες μου, ο Αβραάμ και ο Ισαάκ, ο Θεός ο οποίος με διατρέφει και με συντηρεί από την νεαράν μου ηλικίαν μέχρι της ημέρας αυτής,

Γεν. 48,16 ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα, καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
Γεν. 48,16 ο άγγελος, ο οποίος με εγλύτωνε συνεχώς από όλα τα δεινά, ας ευλογήση τα παιδιά αυτά, και ας φέρουν αυτά το όνομά μου και το όνομα των πατέρων μου, του Αβραάμ και Ισαάκ· ας πληθυνθούν εις πλήθος πολύ επί της γης”.

Γεν. 48,17 ἰδὼν δὲ Ἰωσὴφ ὅτι ἐπέβαλεν ὁ πατὴρ αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν αὐτοῦ ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ, βαρὺ αὐτῷ κατεφάνη, καὶ ἀντελάβετο Ἰωσὴφ τῆς χειρὸς τοῦ πατρὸς αὐτοῦ ἀφελεῖν αὐτὴν ἀπὸ τῆς κεφαλῆς Ἐφραΐμ ἐπὶ τὴν κεφαλὴν Μανασσῆ.
Γεν. 48,17 Ιδών ο Ιωσήφ ότι ο πατέρας του έθεσε την δεξιάν του χείρα εις την κεφαλήν του Εφραΐμ, του νεωτέρου υιού, εστενοχωρήθη πολύ και εδυσφόρησε. Επιασε δε την δεξιάν χείρα του πατρός του, δια να την απομακρύνη από την κεφαλήν του Εφραῒμ και να την θέση εις την κεφαλήν του Μανασσή, του πρωτοτόκου.

Γεν. 48,18 εἶπε δὲ Ἰωσὴφ τῷ πατρὶ αὐτοῦ· οὐχ οὕτως, πάτερ, οὗτος γὰρ ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
Γεν. 48,18 Είπε δε στον πατέρα του· “μη θέτης κατ' αυτόν τον τρόπον τας χείρας σου, πάτερ, διότι αυτός είναι ο πρωτότοκος· εις την κεφαλήν αυτού θέσε την δεξιάν σου”.

Γεν. 48,19 καὶ οὐκ ἠθέλησεν, ἀλλὰ εἶπεν· οἶδα, τέκνον, οἶδα· καὶ οὗτος ἔσται εἰς λαόν, καὶ οὗτος ὑψωθήσεται· ἀλλὰ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν.
Γεν. 48,19 Ο Ιακώβ όμως δεν συγκατετέθη να πράξη ο,τι του είπεν ο Ιωσήφ, αλλά είπε· “γνωρίζω, τέκνον μου, γνωρίζω ποίος είναι ο πρωτότοκος και αυτός θα αναδειχθή εις λαόν πολύν, και αυτός θα δοξασθή. Αλλά ο αδελφός του ο νεώτερος, θα αναδειχθή μεγαλύτερος από αυτόν και οι απόγονοί του θα είναι πλήθος λαών”.

Γεν. 48,20 καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων· ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ λέγοντες· ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραΐμ καὶ ὡς Μανασσῆ. καὶ ἔθηκε τὸν Ἐφραΐμ ἔμπροσθεν τοῦ Μανασσῆ.
Γεν. 48,20 Ο Ιακώβ ευλόγησεν αυτούς κατά την ημέραν εκείνην και είπεν· “χάρις εις σας και από σας θα δοξασθή το όνομά μου και οι άνθρωποι θα λέγουν· Είθε να σε ευλογή ο Θεός, όπως ευλόγησε τον Εφραῒμ και τον Μανασσή”. Ετσι δε ο Ιακώβ κατέστησε κατά την ευλογίαν τον Εφραῒμ ανώτερον από τον πρωτότοκον Μανασσή.

Γεν. 48,21 εἶπε δὲ Ἰσραὴλ τῷ Ἰωσήφ· ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾿ ὑμῶν καὶ ἀποστρέψει ὑμᾶς εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν·
Γεν. 48,21 Είπεν ακόμη ο Ιακώβ στον Ιωσήφ· “ιδού ότι εγώ μετ' ολίγον αποθνήσκω. Ο Θεός θα είναι, μαζή σας και θα σας επαναφέρη εις την γην των πατέρων σας.

Γεν. 48,22 ἐγὼ δὲ δίδωμί σοι Σίκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμοῤῥαίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Γεν. 48,22 Εγώ δε παραχωρώ εις σε και τους απογόνους σου εκλεκτήν κληρονομίαν, ανωτέραν από το μερίδιον των άλλών αδελφών σου, την πόλιν Συχέμ, την οποίαν εγώ ανακατέλαβον από τους Αμορραίους με την μάχαιράν μου και το τόξον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου