Δευτέρα, 2 Σεπτεμβρίου 2013

Παλαιά Διαθήκη



ΓΕΝΕΣΙΣ
Η ΓΕΝΕΣΗ

ΚΕΦΑΛΑΙΑ 4-6


ΚΕΦΑΛΑΙΟ 4ο

Ο Κάιν και ο Άβελ, στ. 1-16


Γεν. 4,1     Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.
Γεν. 4,1     Ὁ Ἀδάμ ἐγνώρισεν ὡς σύζυγον τὴν γυναῖκα αὐτοῦ τὴν Εὔαν, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησε τὸν Κάϊν. Γεμάτη δὲ χαράν ἀνεφώνησε· “μὲ τὴν δύναμιν τοῦ Θεοῦ ἐγέννησα ἄνθρωπον” !

Γεν. 4,2     καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν Ἄβελ. καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
Γεν. 4,2     Ἔπειτα δὲ ἀπό τὸν Κάϊν ἐγέννησεν ἡ Εὔα τὸν ἀδελφόν του Ἄβελ. Ὁ Ἄβελ ἦτο ποιμήν προβάτων, ὁ δὲ Κάϊν ἦτο γεωργός, καλλιεργῶν τὴν γῆν.

Γεν. 4,3     καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ,
Γεν. 4,3     Μετά τινα χρόνον ὁ Κάϊν προσέφερε θυσίαν στὸν Θεόν ἀπό τοὺς καρπούς τῶν ἀγρῶν του.

Γεν. 4,4     καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
Γεν. 4,4     Ὁ δὲ Ἄβελ προσέφερε καὶ αὐτός θυσίαν ἀπό τὰ πρωτότοκα τῶν προβάτων του καὶ μάλιστα ἀπό τὰ πλέον εὐτραφῆ καὶ παχέα. Ὁ δὲ Θεός εἶδε μὲ εὐμένειαν τὸν Ἄβελ καὶ τὰ δῶρα του.

Γεν. 4,5     ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
Γεν. 4,5     Εἰς τὸν Κάϊν ὅμως καὶ τὴν θυσίαν του δὲν ἔδωσε καμμίαν προσοχήν. Ἕνεκα τούτου ὁ Κάϊν ἐδυσφόρησε πάρα πολύ καὶ ἐσκυθρώπασε τὸ πρόσωπον αὐτοῦ.

Γεν. 4,6     καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
Γεν. 4,6     Ἠρώτησε Κύριος ὁ Θεός τὸν Κάϊν· “διατί ἔγινες περίλυπος καὶ κατέβασες ὀργισμένος τὰ μοῦτρα σου;



Γεν. 4,7     οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
Γεν. 4,7     Δὲν γνωρίζεις ὅτι ἐάν προσφέρῃς δῶρα ὡς θυσίαν στὸν ἀληθινόν Θεόν, δὲν ἐκλέξῃς ὅμως τὰ καλά δῶρα εἰς ἔνδειξιν εὐλαβείας, ἁμαρτάνεις ἐνώπιον τοῦ Θεοῦ; Ἀλλά ἡσύχασε· τὸ κακόν εἶναι εἰς τὴν ἐξουσίαν σου καὶ δύνασαι ἄν θέλῃς νὰ τὸ νικήσῃς”.

Γεν. 4,8     καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.
Γεν. 4,8     Σκυθρωπός καὶ φθονερός ὁ Κάϊν εἶπε στὸν ἀδελφόν του τὸν Ἄβελ “ἄς περάσωμεν εἰς τὴν πεδιάδα”. Ὅταν δὲ ἔφθασαν εἰς τὴν πεδιάδα, ὁ Κάϊν ἐπετέθη αἰφνιδίως καὶ μὲ ὁρμήν ἐναντίον τοῦ Ἄβελ, τοῦ ἀδελφοῦ του, καὶ τὸν ἐφόνευσεν.

Γεν. 4,9     καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
Γεν. 4,9     Ὁ Κύριος καὶ Θεός ἠρώτησε τὸν Κάϊν· “ποῦ εἶναι ὁ ἀδελφός σου ὁ Ἄβελ;” Καὶ ἐκεῖνος ἀπήντησε· “δὲν γνωρίζω· μήπως ἐγώ εἶμαι φύλακας τοῦ ἀδελφοῦ μου;”



Γεν. 4,10     καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
Γεν. 4,10     Εἶπε δὲ ὁ Κύριος· “τὶ εἶναι αὐτό ποὺ ἔκαμες; Ἡ φωνή τοῦ αἵματος τοῦ φονευθέντος ἀδελφοῦ σου ὑψώνεται ἀπό τὴν γῆν στὸν οὐρανόν πρὸς ἐμέ καὶ βοᾷ ζητοῦσα τὴν τιμωρίαν σου.

Γεν. 4,11     καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου·
Γεν. 4,11     Καὶ τώρα θὰ εἶσαι σὺ κατηραμένος καὶ σὰν ξένος ἀπό τὴν γῆν αὐτήν, ἡ ὁποία ἤνοιξε τὸ στόμα της καὶ κατέπιε τὸ αἷμα τοῦ ἀδελφοῦ σου, τὸν ὁποῖον σὺ μὲ τὸ ἐγκληματικόν σου χέρι ἐφόνευσες.

Γεν. 4,12     ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
Γεν. 4,12     Ὅταν ἐργάζεσαι καὶ καλλιεργῇς τὴν γῆν αὐτήν, δὲν θὰ παρέχῃ τὴν δύναμίν της νὰ ἀποδώσῃ εἰς σὲ τοὺς καρπούς της. Σὺ δὲ θὰ εὑρίσκεσαι συνεχῶς εἰς κατάστασιν στεναγμῶν καὶ τρόμων, καὶ σὰν καταδιωκόμενος θὰ περιπλανᾶσαι ἐπάνω εἰς τὴν γῆν αὐτήν”.

Γεν. 4,13     καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
Γεν. 4,13     Ἔκραξε τότε ὁ Κάϊν ἀπηλπισμένος καὶ ἀναστατωμένος πρὸς τὸν Θεόν· “τὸ ἔγκλημα καὶ ἡ ἐνοχή μου εἶναι μεγαλυτέρα ἀπό τὴν θείαν συγγνώμην.

Γεν. 4,14     εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
Γεν. 4,14     Ἐάν ὅμως μὲ διώξῃς ἀπό τὴν περιοχήν αὐτήν, ὅπου σήμερον εὑρίσκομαι, καὶ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπό ἐμέ καὶ θὰ εἶμαι σὰν κρυμμένος ἀπό τὴν θείαν σου παρουσίαν, θὰ περιφέρωμαι στενάζων καὶ τρέμων εἰς τὴν γῆν, καὶ τότε ὁ πρῶτος τυχών, ποὺ θὰ μὲ συναντήσῃ, θὰ μὲ φονεύσῃ”.

Γεν. 4,15     καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
Γεν. 4,15     Εἶπε δὲ πρὸς αὐτόν ὁ Θεός· “δὲν θὰ συμβῇ κάτι τέτοιο· διότι ἐκεῖνος ὁ ὁποῖος θὰ φονεύσῃ τὸν Κάϊν, θὰ ἐπισύρῃ ἐναντίον του πολύ περισσοτέρας τιμωρίας καὶ θὰ παραλύσῃ κάτω ἀπό τὸ βάρος αὐτῶν”. Ἔθεσε δὲ ὁ Θεός κάποιο σημάδι στὸν Κάϊν, ὥστε κανείς ἀπό ὅσους θὰ τὸν συναντοῦσαν, νὰ μὴ τὸν φονεύσῃ.

Γεν. 4,16     ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.
Γεν. 4,16     Ἔφυγε δὲ τότε ὁ Κάϊν ἀπό τὴν περιοχήν, εἰς τὴν ὁποίαν μέχρι τότε εὑρίσκετο καὶ εἶχε τὴν εὐλογίαν τοῦ Θεοῦ, καὶ κατώκησεν εἰς τὴν χώραν Ναίδ, ἡ ὁποία εὑρίσκετο ἀπέναντι ἀπό τὴν Ἐδέμ.

Οι απόγονοι του Κάιν, στ. 17-24


Γεν. 4,17     Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
Γεν. 4,17     Ὁ Κάϊν ἐγνώρισε τότε τὴν σύζυγόν του, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησε τὸν Ἐνώχ. Ἔκτισε δὲ ὁ Κάϊν μίαν πόλιν καὶ ὠνόμασεν αὐτήν μὲ τὸ ὄνομα τοῦ υἱοῦ του, Ἐνώχ.

Γεν. 4,18     ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
Γεν. 4,18     Ἀπό δὲ τὸν Ἐνώχ ἐγεννήθη ὁ Γαϊδάδ. Ὁ Γαϊδάδ ἐγέννησε τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεήλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ ὁ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.

Γεν. 4,19     καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.
Γεν. 4,19     Ἔλαβε δὲ ὁ Λάμεχ δύο συγχρόνως συζύγους. Ἡ μία ὠνομάζετο Ἀδά καὶ ἡ δευτέρα Σελλά.

Γεν. 4,20     καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτροὑφων.
Γεν. 4,20     Ἡ Ἀδά ἐγέννησε τὸν Ἰωβήλ. Αὐτός ἦτο γενάρχης τῶν κτηνοτρόφων, οἱ ὁποῖοι περιφερόμενοι ἀνά τὰς διαφόρους βοσκησίμους περιοχάς δὲν εἶχον μόνιμον οἰκίαν, ἀλλά ἐζοῦσαν εἰς σκηνάς.

Γεν. 4,21     καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
Γεν. 4,21     Ἀδελφός τοῦ Ἰωβὴλ ἦτο ὁ Ἰουβάλ. Αὐτὸς ἦτο συνθέτης ὕμνων καὶ διδάσκαλος τῆς μουσικῆς.

Γεν. 4,22     Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά.
Γεν. 4,22     Ἡ Σελλὰ ἐγέννησε καὶ αὐτὴ τὸν Θόβελ, ὁ ὁποῖος κατειργάζετο τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ κατεσκεύαζεν ἐργαλεῖα. Ἀδελφὴ δὲ τοῦ Θοβελ ἦτο ἡ Νοεμά.

Γεν. 4,23     εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
Γεν. 4,23     Ὁ δὲ Λαμεχ καυχώμενος διὰ τὴν ἀγριότητά του, εἶπεν εἰς τὰς γυναῖκας του· “Ἀδὰ καὶ Σελλά, ἀκούσατε τὴν φωνὴν μου· γυναῖκες Λάμεχ ἀνοίξατε τὰ αὐτιὰ σας διὰ νὰ ἀκούσετε τοὺς λόγους μου· ἐφόνευσα ἕνα ἄνδρα, διότι μὲ ἐπλήγωσε, καὶ ἕνα νεανίαν διότι μὲ ἐτραυμάτισε.

Γεν. 4,24     ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.
Γεν. 4,24     Ἑπτὰ φορὰς ἐτιμωρήθη ὁ Κάϊν διὰ τὸν φόνον τοῦ ἀδελφοῦ του, ἑβδομήκοντα φορὰς ἑπτὰ θὰ τιμωρῶ ἐγὼ ὁ Λάμεχ ἐκεῖνον, ποὺ θὰ τολμήση νὰ μὲ θίξῃ”.

Ο Σηθ και οι απογονοί του, στ. 25-26 


Γεν. 4,25     Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.
Γεν. 4,25     Ὁ δὲ Ἀδὰμ ἐγνώρισε πάλιν τὴν γυναῖκα αὐτοῦ, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησεν υἱόν, τὸν ὁποῖον ὠνόμασε Σὴθ λέγουσα· “ὁ Θεός μοῦ ἔδωσε ἄλλο παιδὶ ἀντὶ τοῦ Ἄβελ, τὸν ὁποῖον ἐφόνευσεν ὁ Κάϊν”.

Γεν. 4 ,26     καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
Γεν. 4 ,26     Ὁ δὲ Σὴθ ἀπέκτησεν υἱόν, τὸν ὁποῖον ὠνόμασεν Ἐνώς. Αὐτὸς δὲ ὁ Ἐνώς ἐπίστευεν καὶ ἤλπιζεν στὸν Θεόν, ἐλάτρευε καὶ ἐπεκαλεῖτο πάντοτε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.



ΚΕΦΑΛΑΙΟ 5ο

Οι απόγονοι του Αδάμ, στ. 1-32


Γεν. 5,1     Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
Γεν. 5,1     Αὐτὴ εἶναι ἡ ἱστορία τῆς δημιουργίας τῶν πρώτων ἀνθρώπων, ὅταν ὁ Θεὸς ἐδημιούργησε τὸν Ἀδάμ. Ἐδημιούργησεν αὐτὸν κατ\' εἰκόνα Θεοῦ.

Γεν. 5,2     ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς·
Γεν. 5,2     Ἀπ\' ἀρχῆς ἄνδρα καὶ γυναῖκα ἐδημιούργησεν ὁ Θεός, τοὺς ὁποίους καὶ εὐλόγησε. Κατὰ δὲ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν τοὺς ἐδημιούργησεν, ἔδωσεν στὸν πρῶτον ἄνθρωπον τὸ ὄνομα Ἀδάμ.

Γεν. 5,3     ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.
Γεν. 5,3     Ἔζησε δὲ ὁ Ἀδὰμ διακόσια τριάκοντα ἔτη καὶ ἐγέννησε κατὰ τὰ χαρακτηριστικὰ αὐτοῦ σωματικὰ καὶ ψυχικὰ ἰδιώματα υἱόν, τὸν ὁποῖον ὠνόμασε Σήθ.

Γεν. 5,4     ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ Ἀδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,4     Μετὰ δὲ τὴν γέννησιν τοῦ Σὴθ ἔζησεν ὁ Ἀδὰμ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,5     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν.
Γεν. 5,5     Ὅλα τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Ἀδάμ, ἀνῆλθον εἰς ἐννεακόσια τριάκοντα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανε.

Γεν. 5,6     Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.
Γεν. 5,6     Ὁ δὲ Σὴθ ὅταν ἦτο εἰς ἡλικίαν διακοσίων πέντε ἐτῶν, ἐγέννησε τὸν Ἐνώς.


Γεν. 5,7     καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,7     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἐνώς ἔζησεν ἑπτακόσια ἑπτὰ ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,8     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,8     Ὅλα τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Σὴθ ἀνῆλθον εἰς ἐννεακόσια δώδεκα καὶ ἔπειτα ἀπέθανεν.

Γεν. 5,9     Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 5,9     Ὁ Ἐνώς, ὅταν ἔφθασεν εἰς ἡλικίαν ἑκατὸν ἐνενήκοντα ἐτῶν, ἐγέννησε τὸν Καϊνᾶν.

Γεν. 5,10     καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,10     Ἔζησε δὲ μετὰ τὴν γέννησιν τοῦ Καϊνᾶν ἑπτακόσια δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,11     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
Γεν. 5,11     Ἔζησε ἐν συνόλῳ ἐννεακόσια πέντε ἔτη καὶ ἀπέθανεν.

Γεν. 5,12     Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ.
Γεν. 5,12     Ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν ἑβδομήκοντα ἐτῶν ἐγέννησε τὸν Μαλελεήλ.

Γεν. 5,13     καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,13     Μετὰ τὴν γέννησιν τοῦ Μαλελεὴλ ἔζησεν ὁ Καϊνᾶν ἑπτακόσια τεσσαράκοντα ἀκόμη ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,14     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
Γεν. 5,14     Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Καϊνᾶν ἐπανῆλθον εἰς ἐννεακόσια δέκα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.

Γεν. 5,15     Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.
Γεν. 5,15     Ὁ δὲ Μαλελεήλ, ὅταν ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν, ἀπέκτησε τὸν Ἰάρεδ.

Γεν. 5,16     καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,16     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἰάρεδ ἔζησεν ὁ Μαλελεὴλ ἑπτακόσια τριάκοντα ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,17     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε.
Γεν. 5,17     Ὅλα δὲ τὰ ἔτη τῆς ζωῆς τοῦ Μαλελεὴλ ἀνῆλθον εἰς ὀκτακόσια ἐνενήκοντα πέντε, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.

Γεν. 5,18     Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Ἐνώχ.
Γεν. 5,18     Ὁ Ἰάρεδ, ὅταν ἦτο ἑκατὸν ἑξήκοντα δύο ἐτῶν, ἀπέκτησε τὸν Ἐνώχ.

Γεν. 5,19     καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,19     Καὶ ἔζησε μετὰ τὴν γέννησιν τοῦ Ἐνὼχ ὀκτακόσια ἔτη, κατὰ τὰ ὁποῖα ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,20     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,20     Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Ἰάρεδ ἐνῆλθον εἰς ἐννεακόσια ἑξήκοντα δύο, ὁπότε καὶ ἀπέθανεν.

Γεν. 5,21     Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.
Γεν. 5,21     Ὁ Ἐνὼχ εἰς ἡλικίαν ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν ἐγέννησε τὸν Μαθουσάλα.

Γεν. 5,22     εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,22     Μετὰ τὴν γέννησιν τοῦ Μαθουσάλα ἔζησε ζωὴν εὐάρεστον στὸν Θεὸν ἐπὶ διακόσια ἔτη, κατὰ τὰ ὁποῖα ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,23     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.
Γεν. 5,23     Ὅλα δὲ τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Ἐνώχ, ἀνῆλθον εἰς τριακόσια ἑξήκοντα πέντε.

Γεν. 5,24     καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
Γεν. 5,24     Ὁ Ἐνώχ, διὰ τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν αὐτοῦ, ἔγινεν ἀγαπητὸς καὶ ἀρεστὸς στὸν Θεόν. Δι\' αὐτὸ καὶ ἐξηφανίσθη ἀπὸ τὴν γῆν, διότι ὁ Θεὸς τὸν μετέθεσε ζῶντα στοὺς οὐρανούς.

Γεν. 5,25     Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ.
Γεν. 5,25     Ὁ Μαθουσάλα, ὅταν ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν ἑκατὸν ἑξήκοντα ἑπτὰ ἐτῶν, ἐγέννησε τὸν Λάμεχ.

Γεν. 5 ,26     καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5 ,26     Μετὰ δὲ τὴν γέννησιν τοῦ Λάμεχ ἔζησεν ἀκόμη ὀκτακόσια δύο ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,27     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,27     Ὅλα δὲ τὰ ἔτη τῆς ζωῆς τοῦ Μαθουσάλα ἀνῆλθον εἰς ἐννεακόσια ἑξήκοντα ἐννέα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.

Γεν. 5,28     Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν.
Γεν. 5,28     Ὁ Λάμεχ εἰς ἡλικίαν ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἐτῶν ἀπέκτησε υἱόν.

Γεν. 5,29     καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
Γεν. 5,29     Ὠνόμασε δὲ αὐτὸν Νῶε, λέγων ὅτι “οὗτος θὰ μᾶς ἀναπαύσῃ ἀπὸ τὰ κοπιώδη καὶ κακὰ ἡμῶν ἔργα, ἀπὸ τὰς θλίψεις τῶν ἔργων τῶν χειρῶν μας καὶ ἀπὸ τοὺς κόπους τῆς ἀγόνου γῆς, τὴν ὁποίαν ἔχει καταρασθῆ ὁ Θεός”.

Γεν. 5,30     καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,30     Ἐζησεν ὁ Λάμεχ μετὰ τὴν γέννησιν τοῦ Νῶε πεντακόσια ἑξήκοντα πέντε ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.

Γεν. 5,31     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,31     Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Λάμεχ ἔφθασαν τὰ ἑπτακόσια πεντήκοντα τρία, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.

Γεν. 5,32     Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ.
Γεν. 5,32     Ὁ δὲ Νῶε ἦτο πεντακοσίων ἐτῶν, ὅταν ἀπέκτησε τοὺς τρεῖς υἱούς του, τὸν Σήμ, τὸν Χὰμ καὶ τὸν Ἰάφεθ.



ΚΕΦΑΛΑΙΟΝ 6ο

Η διαφθορά του ανθρώπινου γένους, στ. 1-8


Γεν. 6,1     Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Γεν. 6,1     Ὅταν ἤρχισαν νὰ πληθύνωνται οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἐπληθύνοντο ἀναλόγως καὶ αἱ γυναῖκες τῶν ἁμαρτωλῶν ἀνθρώπων, τῶν ἀπογόνων τοῦ Κάϊν.

Γεν. 6,2     ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.
Γεν. 6,2     Οἱ ἄνθρωποι τοῦ Θεοῦ, ἰδόντες ὅτι αἱ γυναῖκες τοῦ διεφθαρμένου κόσμου ἦσαν ὡραῖαι, κατὰ τρόπον δὲ σαρκικὸν σκεπτόμενοι καὶ ἀπὸ τὴν ἐξωτερικὴν ὡραιότητα ἑλκυόμενοι ἐξέλεξαν καὶ ἔλαβον συζύγους ἀπὸ τὰς θυγατέρας τῶν διεφθαρμένων ἀνθρώπων.

Γεν. 6,3     καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη.
Γεν. 6,3     Εἶδεν ὁ Θεὸς τὴν σαρκικότητα αὐτὴν τῶν ἀνθρώπων καὶ εἶπε· “δὲν θὰ παραμείνῃ πλέον τὸ πνεῦμα μου στοὺς ἀνθρώπους τούτους, διότι κυριαρχοῦνται ἐξ ὁλοκλήρου ἀπὸ σαρκικὰ φρονήματα. Ὀλαι δὲ αἱ ὑπολειπόμεναι ἡμέραι τῆς ζωῆς των θὰ περιορισθοῦν μόνον εἰς ἑκατὸν εἴκοσιν ἔτη”.

Γεν. 6,4     οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ μετ᾿ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾿ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.
Γεν. 6,4     Τὴν ἐποχὴν ἐκείνην ὑπῆρχον οἱ γίγαντες εἰς τὴν γῆν. Ἀλλὰ καὶ κατόπιν, ὅταν οἱ ἄνθρωποι τοῦ Θεοῦ ἐλάμβανον ὡς συζύγους γυναῖκας τοῦ ἁμαρτωλοῦ κόσμου, ἐγεννοῦσαν γίγαντας. Οἱ δὲ γίγαντες ἐκεῖνοι καὶ διαβόητοι ἄνθρωποι ἐπὶ τῆς γῆς.

Γεν. 6,5     Ἰδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας,
Γεν. 6,5     Ὁ Θεὸς ἰδὼν ὅτι ἐπληθύνθησαν καὶ ἐπληθύνοντο συνεχῶς αἱ ἁμαρτίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ ὅτι ἡ καρδία παντὸς ἀνθρώπου ἦτο δοσμένη εἰς τὴν ἁμαρτίαν, καὶ τὰ πονηρὰ πάντοτε ἔργα εἶχεν ὡς ἀντικείμενον τῶν ἐπιθυμιῶν καὶ σκέψεών της,

Γεν. 6,6     καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη.
Γεν. 6,6     ἐσκέφθη ὅτι αὐτὸς ἐδημιούργησεν εἰς τὴν γῆν τὸν ἄνθρωπον νὰ ζῇ κατὰ τὸ θεῖον θέλημα καὶ ἐλυπήθη διὰ τὸ κατάντημα τῶν ἀνθρώπων.


Γεν. 6,7     καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπό ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην ὅτι ἐποίησα αὐτούς.
Γεν. 6,7     Ἀπεφάσισε δὲ ὁ Θεὸς καὶ εἶπε· “θὰ ἐξαφανίσω ἀπὸ τὸ πρόσωπον τῆς γῆς τὸν ἄνθρωπον, τὸν ὁποῖον ἐδημιούργησα, καὶ μαζῆ μὲ αὐτὸν κάθε ἄλλο ζωντανὸν ὂν ἀπὸ ἀνθρώπου μέχρι κτήνους, ἀπὸ τὰ ἑρπετὰ τῆς γῆς ἕως τὰ πτηνὰ τοῦ οὐρανοῦ, διότι μετεμελήθην ποὺ τοὺς ἐδημιούργησα”.

Γεν. 6,8     Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.
Γεν. 6,8     Ὁ Νῶε ὅμως διὰ τὴν ἀρετὴν αὐτοῦ ἀπελάμβανε τὴν εὐμένειαν καὶ προστασίαν τοῦ Θεοῦ.

Ο Νώε κατασκεύαζει την κιβωτό, στ. 9-22


Γεν. 6,9     Αὗται δὲ αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Γεν. 6,9     Αὐτὴ δὲ εἶναι ἡ ἱστορία καὶ τὰ γεγονότα τῆς ἐποχῆς τοῦ Νῶε. Ὁ Νῶε ἦτο ἄνθρωπος δίκαιος, τέλειος εἰς τὴν ἐποχήν του. Διὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν αὐτοῦ ἦτο εὐάρεστος ἐνώπιον τοῦ Θεοῦ.

Γεν. 6,10     ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ.
Γεν. 6,10     Ἀπέκτησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χὰμ καὶ τὸν Ἰάφεθ.

Γεν. 6,11     ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Γεν. 6,11     Οἱ ἄνθρωποι ὅμως τῆς ἐποχῆς ἐκείνης εἶχον παρεκτραπῆ καὶ διαφθαρῆ ἐνώπιον τοῦ Θεοῦ καὶ ἐπλημμύρησεν ἡ γῆ ἀπὸ κάθε ἀδικίαν.

Γεν. 6,12     καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.
Γεν. 6,12     Εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, ὅπου κατοικοῦσαν οἱ ἄνθρωποι, ὅτι ἦτο ἀθεραπεύτως διεφθαρμένη, διότι κάθε ἄνθρωπος εἶχε παρεκκλίνει ἀπὸ τὴν εὐθεῖαν ὁδὸν καὶ ἐπορεύετο τὸν δρόμον τῆς διαφθορᾶς.

Γεν. 6,13     καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.
Γεν. 6,13     Εἶπε τότε Κύριος ὁ Θεὸς πρὸς τὸν Νῶε· “τὸ τέλος ὅλων τῶν ἀνθρώπων ἔφθασε, διότι ἐγέμισεν ἡ γῆ ἀπὸ τὰς ἁμαρτίας των. Καὶ ἰδοὺ ὅτι ἐγὼ θὰ καταστρέψω αὐτοὺς καὶ τὴν γῆν, εἰς τὴν ὁποίαν κατοικοῦν.

Γεν. 6,14     ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ.
Γεν. 6,14     Σὺ ὅμως νὰ κατασκευάσῃς διὰ τὸν ἑαυτόν σου μίαν κιβωτὸν ἀπὸ ξύλα πλανισμένα τετράγωνα· νὰ τὴν χωρίσῃς εἰς μικρὰ δωμάτια καὶ νὰ τὴν ἀλείψῃς μὲ πίσσαν ἀπὸ μέσα καὶ ἀπ\' ἔξω.

Γεν. 6,15     καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς·
Γεν. 6,15     Ὡς ἑξῆς θὰ κατασκεύασῃς τὴν κιβωτόν. Τὸ μῆκος αὐτῆς θὰ εἶναι τριακόσιοι πήχεις (156 μέτρα) τὸ πλάτος της πεντήκοντα πήχεις καὶ τὸ ὕψος της τριάκοντα πήχεις.

Γεν. 6,16     ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν.
Γεν. 6,16     Θὰ συγκλείσῃς δὲ τὰς πλευρὰς τῆς κιβωτοῦ στὸ ὕψος, ὥστε ἡ ἐπάνω σκέπη αὐτῆς θὰ ἔχῃ τὸ πλάτος ἑνὸς μόνον πήχεως. Τὴν θύραν τῆς κιβωτοῦ θὰ τὴν κατασκευάσῃς εἰς τὰ πλάγια αὐτῆς. Θὰ διαιρέσῃς τὴν κιβωτὸν εἰς τρεῖς ὀρόφους, στὸ ἰσόγειον, τὸν πρῶτον ὄροφον καὶ τὸν δεύτερον.

Γεν. 6,17     ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς, ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει.
Γεν. 6,17     Ἐγὼ δὲ θὰ ἐξαπολύσω τὸν κατακλυσμόν, ὕδατα πολλὰ ἐπάνω εἰς τὴν ἐπιφάνειαν τῆς γῆς, ὥστε νὰ καταστραφῇ κάθε σάρξ, κάθε τι τὸ ὁποῖον κάτω ἀπὸ τὸν οὐρανὸν ἔχει ζωὴν ὅλα ὅσα ὑπάρχουν ἐπάνω εἰς τὴν γῆν, ἄνθρωποι καὶ πτηνὰ καὶ τετράποδα καὶ ἑρπετὰ θὰ ἀποθάνουν.

Γεν. 6,18     καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.
Γεν. 6,18     Σὺ ὅμως διὰ τὴν ἀρετήν σου θὰ σωθῇς θὰ εἰσέλθῃς εἰς τὴν κιβωτόν, σὺ καὶ τὰ παιδιά σου καὶ ἡ γυναίκα σου καὶ αἱ γυναῖκες τῶν παιδιῶν σου μαζῆ μὲ σέ.

Γεν. 6,19     καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται.
Γεν. 6,19     Καὶ θὰ πάρῃς μαζῆ σου ἀπὸ ὅλα τὰ κτήνη καὶ ἀπὸ ὅλα τὰ ἑρπετὰ καὶ ἀπὸ ὅλα τὰ θηρία καὶ ἀπὸ κάθε εἶδος ποὺ ζῇ εἰς τὴν γῆν κατὰ ζεύγη, θὰ τὰ εἰσαγάγῃς εἰς τὴν κιβωτόν, ὥστε μαζῆ μὲ σὲ νὰ σωθοῦν, καὶ σὺ θὰ ἔχῃς τὴν φροντίδα τῆς διατροφῆς των. Κάθε ζεῦγος ζώων θὰ ἀποτελῆται ἀπὸ ἀρσενικὸν καὶ θηλυκόν.

Γεν. 6,20     ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ.
Γεν. 6,20     Θὰ πάρῃς μαζῆ σου ἀπὸ ὅλα τὰ εἴδη τῶν κτηνῶν, τῶν μικρῶν καὶ τῶν μεγάλων, καὶ ἀπὸ ὅλα τὰ ἑρπετὰ ποὺ ἕρπουν εἰς τὴν γῆν κατὰ τὸ γένος αὐτῶν. Ζεῦγος ἄρσεν καὶ θῆλυ ἀπὸ ὅλα αὐτὰ θὰ εἰσέλθουν εἰς τὴν κιβωτόν, διὰ νὰ διασωθοῦν καὶ τραφοῦν μαζῆ σου.

Γεν. 6,21     σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν.
Γεν. 6,21     Σὺ δὲ θὰ πάρῃς ἀκόμη μαζῆ σου ἀπὸ ὅλα τὰ εἴδη τῶν τροφῶν, τὰς ὁποίας τρώγετε, καὶ θὰ τὰς συγκεντρώσῃς διὰ τὸν ἑαυτόν σου. Ἀκόμη δὲ θὰ μεριμνήσῃς καὶ διὰ τὴν διατροφὴν τῶν ζώων, ὥστε καὶ σὺ καὶ ἐκεῖνα νὰ ἔχουν τροφὰς κατὰ τὸ διάστημα τοῦ κατακλυσμοῦ.

Γεν. 6,22     καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.
Γεν. 6,22     Ὁ Νῶε ἐξετέλεσε μὲ ἀκρίβειαν ὅλα ὅσα διέταξε Κύριος ὁ Θεός· ἔπραξεν, ὅπως ἐκεῖνος εἶχε διατάξει.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου