Κυριακή, 1 Σεπτεμβρίου 2013

ΠΑΛΑΙΑ ΔΙΑΘΗΚΗ

ΓΕΝΕΣΙΣ
ΓΕΝΕΣΗ


ΚΕΦΑΛΑΙΑ 1-3

ΚΕΦΑΛΑΙΟ  1ο

Η δημιουργία του κόσμου και του ανθρώπου, στ. 1-31

Γεν. 1,1     Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 1,1     Κατ' ἀρχάς ὁ ἀπειροτέλειος Θεός ἐδημιούργησεν ἐκ τοῦ μηδενός τό σύμπαν, τόν οὐρανόν καί τήν γῆν.

Γεν. 1,2     ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
Γεν. 1,2     Ἡ γῆ ἦτο ἀόρατος, ἀδιαμόρφωτος καί ἀπρόσφορος διά τόν ζωϊκόν καί φυτικόν κόσμον· σκοτάδι δέ ἡπλώνετο ἐπάνω ἀπό τά ὕδατα πού τήν ἐσκέπαζον, τό δέ ζωοποιόν Πανάγιον Πνεῦμα ἐφέρετο ἐπάνω ἀπό τά ὕδατα καί περιέβαλλεν αὐτήν.

Γεν. 1,3     καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς.
Γεν. 1,3     Καί εἶπεν ὁ Θεός· “νά γίνῃ φῶς ἐπί τῆς γῆς”· καί ἔγινε φῶς.

Γεν. 1,4     καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.
Γεν. 1,4     Καί εἶδεν ὁ παντογνώστης Θεός τό φῶς ὅτι εἶναι καλόν καί σκόπιμον· καί ἐχώρισεν ὁ Θεός τό σκότος ἀπό τό φῶς.

Γεν. 1,5     καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.
Γεν. 1,5     Καί ὠνόμασεν ὁ Θεός τό φῶς ἡμέραν καί τό σκότος ὠνόμασε νύκτα. Καί ἔγινεν ἑσπέρα καί ἔγινε πρωϊ καί ἔκλεισεν ἡ πρώτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,6     Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως.
Γεν. 1,6     Καί εἶπεν ὁ Θεός· “νά γίνῃ ὁ οὐράνιος θόλος τῆς γῆς μεταξύ τῶν ὑδάτων, πού καλύπτουν τήν ἐπιφάνειάν της καί τῶν νεφῶν πού αἰωρούνται εἰς τήν ἀτμόσφαιραν, καί νά διαχωρίζῃ μεταξύ τῶν ὑδάτων τῆς γῆς καί τῶν ὑδάτων τοῦ οὐρανοῦ”. Καί ἔγινεν ὅπως ὁ Θεός διέταξε.


Γεν. 1,7     καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος.
Γεν. 1,7     Καί ἔδωσεν ὕπαρξιν ὁ Θεός στόν οὐράνιον θόλον καί διεχώρισε τά ὕδατα, τά ὁποῖα ἦσαν ἐπί τῆς γῆς κάτω ἀπό τόν οὐρανόν, ἀπό τά νερά, τά ὁποῖα ἦσαν ἐπάνω εἰς τά νέφη τοῦ οὐρανού.
Γεν. 1,8     καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.
Γεν. 1,8     Καί ὠνόμασεν ὁ Θεός τήν ἀτμόσφαιραν οὐρανόν. Καί εἶδεν ὁ παντογνώστης Θεός ὅτι τό ἔργον του αὐτό ἦτο ὡραῖον καί σκόπιμον. Καί ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί ἔκλεισεν ἡ δευτέρα ἡμέρα τῆς δημιουργίας.

Γεν. 1,9     Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά.
Γεν. 1,9     Καί εἶπεν ὁ Θεός· “ἄς συναχθῆ τό ὕδωρ, τό ὁποῖον καλύπτει ὁλόκληρον τήν γῆν, εἰς ὡρισμένην περιοχήν καί ἄς φανῆ ἡ ξηρά”. Καί ἔγινεν, ὅπως ὁ Θεός διέταξε· καί ἐμαζεύθη ὅλον τό ὕδωρ τῆς γῆς εἰς τάς βαθείας περιοχάς τῶν ὠκεανῶν καί θαλασσῶν, καί ἐφάνη ἡ ξηρά.

Γεν. 1,10     καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν.
Γεν. 1,10     Καί ὠνόμασεν ὁ Θεός τήν ἐκτός τῆς θαλάσσης ἔκτασιν γῆν, τάς δέ μεγάλας περιοχάς τῶν ὑδάτων ὠνόμασε θαλάσσας. Καί εἶδεν ὁ Θεός ὅτι ἡ θάλασσα καί ἡ ξηρά εἶναι καλαί, ἔχουν τόν σκοπόν καί τήν χρησιμότητά των.

Γεν. 1,11     καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Γεν. 1,11     Καί εἶπεν ὁ Θεός· “ἄς φυτρώσουν καί ἄς ἀναπτυχθοῦν εἰς τήν ξηράν χλόη καί ποώδεις θάμνοι, πού τό κάθε εἶδος ἀπό αὐτά θά ἔχῃ τό ἰδικόν του σπέρμα, διά νά διαιωνίζεται ἐπί τῆς γῆς”· καί ἐν συνεχείᾳ διέταξεν ὁ Θεός· “νά φυτρώσουν καί νά μεγαλώσουν εἰς τήν γῆν καρποφόρα ξυλώδη δένδρα, ἕκαστον ἀπό τά ὁποῖα θά φέρῃ κατά τό εἶδος του τό ἰδικόν του σπέρμα”.

Γεν. 1,12     καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.
Γεν. 1,12     Καί ἔβγαλε πράγματι ἡ γῆ ποώδη βλάστησιν, χλόην καί θάμνους, κάθε εἶδος ἀπό τά ὁποῖα εἶχε τό σπέρμα αὐτοῦ διά τήν διατήρησίν του. Καί κατόπιν ἐφύτρωσαν καί ἐμεγάλωσαν ἐπί τῆς γῆς καρποφόρα δένδρα, ἕκαστον ἀπό τά ὁποῖα ἔφερε τό σπέρμα τοῦ εἴδους του, διά νά διαιωνίζεται ἐπί τῆς γῆς.



Γεν. 1,13     καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.
Γεν. 1,13     Εἶδεν ὁ Θεός ὅτι ἡ χλόη, οἱ θάμνοι καί τά δένδρα, πού ἐκάλυψαν ὅλην τήν ἐπιφάνειαν τῆς ξηρᾶς, ἦσαν καλά, σκόπιμα καί χρήσιμα. Ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ τρίτη ἡμέρα τῆς δημιουργίας.

Γεν. 1,14     Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς·
Γεν. 1,14     Καί εἶπεν ὁ Θεός· “ἄς γίνουν (ἄς φανοῦν) εἰς τόν οὐρανόν τῆς γῆς φωτεινοί ἀστέρες, διά νά φωτίζουν τήν γῆν καί νά χωρίζουν τήν ἡμέραν ἀπό τήν νύκτα. Ἄς εἶναι οἱ ἀστέρες αὐτοί είς σημεῖα μετεωρολογικῶν καί ἄλλων φαινομένων, καί ἄς χρησιμεύουν εἰς κανονικήν μεταβολήν καί διάκρισιν τῶν ἐποχῶν τοῦ ἔτους, τῶν ἡμερῶν καί τῶν ἐτῶν.

Γεν. 1,15     καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Γεν. 1,15     Πρό παντός δέ ἄς εἶναι αὐτοί στόν οὐρανόν, ὥστε νά φωτίζουν τήν γῆν”. Καί ἔγινεν ὅπως ὁ Θεός διέταξε.

Γεν. 1,16     καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας.
Γεν. 1,16     Καί ἔκαμεν ὁ Θεός τούς δύο μεγάλους ἀστέρας, τόν ἥλιον, τόν μεγάλον ἀστέρα, νά ἄρχῃ μέ τό φῶς του ὅλην τήν ἡμέραν. Καί τόν μικρότερον ἀστέρα, τήν σελήνην, νά ἄρχῃ μέ τό φῶς της κατά τήν νύκτα. Ἐπίσης διέταξε νά φανοῦν καί οἱ ἄλλοι ἀστέρες τοῦ οὐρανού.

Γεν. 1,17     καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς
Γεν. 1,17     Καί ἔθεσεν αὐτούς ὁ Θεός στό οὐράνιον στερέωμα, διά νά στέλλουν τό φῶς των ἐπάνω εἰς τήν γῆν·

Γεν. 1,18     καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν.
Γεν. 1,18     νά ἐξουσιάζουν τήν ἡμέραν καί τήν νύκτα καί νά ξεχωρίζουν τό φῶς ἀπό τό σκότος. Καί εἶδεν ὁ παντογνώστης Θεός, ὅτι τό ἔργον του αὐτό ἦτο καλόν, χρήσιμον καί σκόπιμον.

Γεν. 1,19     καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη.
Γεν. 1,19     Ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ τετάρτη ἡμέρα τῆς δημιουργίας.

Γεν. 1,20     Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως.
Γεν. 1,20     Καί εἶπεν ὁ Θεός· “νά βγάλουν τά ὕδατα τῶν θαλασσῶν ψάρια καί ἑρπετά καί πτηνά, τά ὁποῖα θά πετοῦν εἰς τήν ἀτμόσφαιραν μεταξύ τοῦ οὐρανίου θόλου καί τῆς γῆς”. Καί ἔγινεν ἔτσι.

Γεν. 1,21     καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά.
Γεν. 1,21     Καί ἐδημιούργησεν ὁ Θεός τά μεγάλα κήτη καί τά ψάρια καί τά ἑρπετά, τά ὁποῖα σύμφωνα μέ τήν διαταγήν του ἔβγαλαν τά ὕδατα ἕκαστον κατά τό εἶδος αὐτοῦ· καθώς καί ὅλα τά εἴδη τῶν πτηνῶν καθένα κατά τό εἶδος του. Καί εἶδεν ὁ Θεός ὅτι ὅλα ἦσαν καλά καί χρήσιμα διά τόν σκοπόν, διά τόν ὁποῖον ἔγιναν.

Γεν. 1,22     καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.
Γεν. 1,22     Καί εὐλόγησεν αὐτά ὁ Θεός λέγων· “γίνεσθε γόνιμα, αὐξάνεσθε καί πολλαπλασιάζεσθε καί γεμίσατε τά ὕδατα τῶν θαλασσῶν. Καί τά πετεινά ἐπίσης ἄς πληθυνθοῦν ἐπάνω εἰς τήν γῆν”.

Γεν. 1,23     καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη.
Γεν. 1,23     Καί ἔγινεν ἑσπέρα καί ἔγινε πρωϊ καί συνεπληρώθη ἡ πέμπτη ἡμέρα τῆς δημιουργίας.

Γεν. 1,24     Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως.
Γεν. 1,24     Καί εἶπεν ὁ Θεός· “ἄς βγάλῃ ἡ γῆ ζῶα διαφόρων εἰδῶν, τετράποδα καί ἑρπετά καί θηρία τῆς ξηρᾶς, τό καθένα κατά τό εἶδος του”. Καί ἔγινε ἔτσι.

Γεν. 1,25     καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά.
Γεν. 1,25     Καί ἐδημιούργησεν ὁ Θεός τά θηρία τῆς γῆς κατά τά εἴδη αὐτῶν, καί τά κτήνη κατά τά εἴδη αὐτῶν καί ὅλα τά ἑρπετά τῆς γῆς κατά τά εἴδη αὐτῶν. Καί εἶδεν ὁ Θεός ὅτι εἶναι καλά, σκόπιμα καί χρήσιμα.

Γεν. 1 ,26     καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς.
Γεν. 1 ,26     Ἐν συνεχείᾳ ὁ Τριαδικός Θεός εἶπε καθ΄ ἑαυτόν· “ἄς δημιουργήσωμεν τώρα τὸν ἄνθρωπον, σύμφωνα μὲ τὴν ἰδικήν μας εἰκόνα, καὶ νὰ ἔχῃ τὴν δυνατότητα νὰ ὁμοιάσῃ μὲ ἡμᾶς. Αὐτοί, ἄνδρας καὶ γυναῖκα, ἄς εἶναι ἄρχοντες καὶ κύριοι τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πτηνῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν καὶ ὅλης τῆς γῆς καὶ ὅλων ὅσα ἕρπουν ἐπάνω εἰς τὴν ἐπιφάνειαν τῆς γῆς”.

Γεν. 1,27     καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Γεν. 1,27     Καί πράγματι ὁ ἀπειροτέλειος Θεός ἐδημιούργησε τόν ἄνθρωπον, τόν ὁποῖον ἐπροίκισε μέ ἰδικά του χαρακτηριστικά γνωρίσματα, ὥστε νά εἶναι μέ αὐτά εἰκών τοῦ Θεοῦ. Ἐδημιούργησεν ἀπ' αρχῆς ἄνδρα καί γυναῖκα.

Γεν. 1,28     καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Γεν. 1,28     Καί εὐλόγησεν αὐτούς ὁ Θεός λέγων· “αὐξάνεσθε καί πληθύνεσθε, γεμίσατε ὅλην τήν γῆν καί γενῆτε κύριοι αὐτῆς· σᾶς δίδω τήν δύναμιν νά εἶσθε κύριοι καί ἐξουσιασταί τῶν ἰχθύων τῆς θαλάσσης καί τῶν πτηνῶν τοῦ οὐρανοῦ, ὅλων τῶν κτηνῶν καί ὅλης τῆς γῆς καί ὅλων ὅσα, ὡς ἑρπετά, σύρονται ἐπάνω εἰς τήν ἐπιφάνειαν τῆς γῆς”.

Γεν. 1,29     καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν·
Γεν. 1,29     Καί ἐν συνεχείᾳ εἶπεν ὁ Θεός· “ἰδοὺ ἔχω δώσει ὑπό τὴν κυριότητά σας καὶ εἰς ἐξυπηρέτησίν σας ὅλα τὰ εἴδη τοῦ χόρτου, τὰ ὁποῖα ἔχουν ἐν ἑαυτοῖς σπέρματα καί εἶναι ἁπλωμένα εἰς ὁλόκληρον τὴν γῆν, καὶ κάθε δένδρον, τὸ ὁποῖον φέρει καρπόν πρὸς τροφήν σας καὶ σπέρμα πρὸς πολλαπλασιασμόν καὶ διαιώνισίν του. Ὅλα αὐτά, χόρτα τῆς γῆς καὶ καρποί τῶν δένδρων, θὰ εἶναι εἰς διατροφήν σας.

Γεν. 1,30     καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως.
Γεν. 1,30     Σᾶς δίδω ἐπίσης κυριότητα ἐπί ὅλων τῶν θηρίων τῆς γῆς, ἐπί ὅλων τῶν πτηνῶν τοῦ οὐρανοῦ καὶ ἐπί ὅλων τῶν ἑρπετῶν, ποὺ σύρονται εἰς τὴν γῆν· εἰς ὅλας αὐτὰς τὰς ζώσας ὑπάρξεις δίδω ἐπίσης ὡς τροφήν τὸ χλωρόν χόρτον τῆς γῆς”. Καὶ ἔγινεν ὅπως ὁ Θεός διέταξε.

Γεν. 1,31     καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη.
Γεν. 1,31     Καί ἐπεθεώρησεν ὁ παντογνώστης Θεός ὅλα ὅσα ἐδημιούργησε, καί εἶδεν ὅτι τά πάντα ἦσαν ἐξαιρετικῶς καλά, τό καθένα μέ τόν σκοπόν καί τήν χρησιμότητά του. Καὶ ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ ἕκτη ἡμέρα τῆς δημιουργίας.




ΚΕΦΑΛΑΙΟ Β' ή 2ο

Η δημιουργία του κόσμου και του ανθρώπου, στ. 1-4

Γεν. 2,1     Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.
Γεν. 2,1     Οὕτω δὲ ἐτελείωσεν ἡ δημιουργία τοῦ σύμπαντος, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ὅλος αὐτῶν ὁ στολισμός, ἡ ἁρμονία καὶ ἡ λαμπρότης.

Γεν. 2,2     καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
Γεν. 2,2     Κατὰ τὴν ἕκτην ἡμέραν ἐτελείωσεν ὁ Θεὸς τὰ ἔργα αὐτοῦ, ὅσα ἔκαμε, καὶ ἀνεπαύθη κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπὸ ὅλα τὰ ἔργα αὐτοῦ, τὰ ὁποῖα ἐδημιούργησεν ἐκ τοῦ μηδενὸς καὶ ἐμορφοποίησεν.

Γεν. 2,3     καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.
Γεν. 2,3     Εὐλόγησε δὲ ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, ἡγίασεν αὐτὴν καὶ ὡς ἁγίαν τὴν ὥρισε, διότι κατ' αὐτὴν κατέπαυσε τὴν δημιουργίαν του καὶ ἀνεπαύθη μετὰ τὴν δημιουργίαν τῶν ἔργων, τὰ ὁποῖα ἀπὸ τῆς πρώτης ἡμέρας ἤρχισε νὰ δημιουργῇ.

Γεν. 2,4     Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
Γεν. 2,4     Αὐτὴ εἶναι ἡ ἱστορία τῆς δημιουργίας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅταν αὐτὰ ἐτελείωσαν καὶ ὡλοκληρώθησαν. Αὐτὴ εἶναι ἡ δημιουργία τοῦ σύμπαντος, ὅταν ὁ ἀπειροτέλειος Θεὸς ἐδημιούργησεν ἐκ τοῦ μηδενὸς τὸ σύμπαν, τὸν οὐρανὸν καὶ τὴν γῆν.

Ο Θεός βάζει τον άνθρωπο στον κήπο της Εδέμ, στ. 5-25


Γεν. 2,5     καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν·
Γεν. 2,5     Δὲν ὑπῆρχον ὅμως ἀκόμη χλόη καὶ θάμνοι τῶν ἀγρῶν καὶ δὲν εἶχον βλαστήσει φυτὰ τοῦ ἀγροῦ. Διότι δὲν εἶχεν ἀποστείλει βροχὰς ὁ Θεὸς εἰς τὴν γῆν καὶ δὲν ὑπῆρχεν ἄνθρωπος νὰ ἐργάζεται καὶ νὰ καλλιεργῇ τοὺς ἀγρούς.



Γεν. 2,6     πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς.
Γεν. 2,6     Ἀνέβλυζαν δὲ πηγαὶ καὶ ἐπότιζαν μὲ τὰ ὕδατά των ὅλην τὴν ἐπιφάνειαν τῆς ξηρᾶς.

Γεν. 2,7     καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
Γεν. 2,7     Ὁ Θεὸς ἔπλασε τὸν ἄνθρωπον μὲ χῶμα ἀπὸ τὴν γῆν (χοϊκὸν) καὶ ἐνεφύσησεν στὸ πρόσωπον αὐτοῦ πνεῦμα ζῶν, τὴν ἀθάνατον ψυχήν• ἔτσι δὲ ἔγινεν ὁ ἄνθρωπος ζῶσα ὑλικοπνευματικὴ ὕπαρξις.

Γεν. 2,8     Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε.
Γεν. 2,8     Διέταξε δὲ ὁ Θεὸς καὶ ἐφύτρωσε καὶ ἐβλάστησεν εἰς τὴν περιοχὴν τῆς Ἐδὲμ πρὸς ἀνατολὰς κῆπος, ὁ παράδεισος, καὶ ἐκεῖ ἐτοποθέτησε τὸν ἄνθρωπον, τὸν ὁποῖον ἔπλασε.

Γεν. 2,9     καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.
Γεν. 2,9     Ἔκαμε δὲ ὁ Θεὸς νὰ βλαστήσουν ἀπὸ τὴν γῆν ὅλα τὰ εἴδη τῶν δένδρων, τὰ ὁποῖα εἶναι ὡραῖα εἰς τὴν ὅρασιν, εὐχάριστα εἰς τὴν γεῦσιν καὶ θρεπτικά, καθὼς ἐπίσης διέταξε καὶ ἐφύτρωσε τὸ δένδρον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ δένδρον τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ κακοῦ.

Γεν. 2,10     ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.
Γεν. 2,10     Ποταμὸς δὲ πηγάζει καὶ ἁπλώνεται ἀπὸ τὴν Ἐδέμ, ὥστε νὰ ποτίζῃ τὸν παράδεισον. Ἀπὸ ἐκεῖ δὲ ἐξέρχεται καὶ διαχωρίζεται εἰς τέσσαρας κατευθύνσεις.

Γεν. 2,11     ὄνομα τῷ ἑνὶ Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον·
Γεν. 2,11     Τὸ ὄνομα τοῦ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ποταμῶν εἶναι Φισῶν. Αὐτὸς περικυκλώνει καὶ ποτίζει ὅλην τὴν περιοχὴν Εὐϊλάτ, ὅπου ὑπάρχει ὁ χρυσός.

Γεν. 2,12     τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.
Γεν. 2,12     Ὁ χρυσός τῆς χώρας ἐκείνης εἶναι ἁγνὸς καὶ πολύτιμος. Εἰς τὴν χώραν αὐτὴν ἐπίσης ὑπάρχουν καὶ δύο ἄλλοι πολύτιμοι λίθοι, ὁ ἀπαστράπτων ἄνθραξ καὶ ὁ πράσινος λίθος.

Γεν. 2,13     καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.
Γεν. 2,13     Τὸ ὄνομα τοῦ δευτέρου ποταμοῦ εἶναι Γεῶν• αὐτὸς διαρρέει ὅλην τὴν γῆν τῆς Αἰθιοπίας.

Γεν. 2,14     καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης.
Γεν. 2,14     Καὶ ὁ ποταμὸς ὁ τρίτος εἶναι ὁ Τίγρις• αὐτὸς διέρχεται ἐμπρὸς ἀπὸ τὴν χώραν τῶν Ἀσσυρίων. Ὁ δὲ τέταρτος ποταμὸς εἶναι ὁ Εὐφράτης.

Γεν. 2,15     Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Γεν. 2,15     Ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, τὸν ὁποῖον ἐδημιούργησε, καὶ ἔθεσεν αὐτὸν στὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως, διὰ νὰ ἐργάζεται εἰς αὐτὸν καὶ νὰ τὸν φυλάσσῃ.

Γεν. 2,16     καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βαι αὐτὸνγῇ,
Γεν. 2,16     Ἔδωσε δὲ ἐντολὴν Κύριος ὁ Θεὸς στὸν Ἀδὰμ λέγων• “ἀπὸ ὅλα τὰ καρποφόρα δένδρα ποὺ ὑπάρχουν στὸν παράδεισον, σᾶς δίδω τὸ δικαίωμα νὰ τρώγετε.

Γεν. 2,17     ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.
Γεν. 2,17     Ἀπὸ τὸ δένδρον ὅμως τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ δὲν πρέπει ποτὲ νὰ φάγετε ἀπὸ αὐτό. Κατὰ δὲ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν θὰ φάγετε ἀπὸ τὸν καρπόν του, θὰ χάσετε τὸ δικαίωμα τῆς ἀθανασίας, θὰ ἀποθάνετε σωματικῶς καὶ θὰ χωρισθῆτε ἀπὸ ἐμέ, ποὺ σᾶς ἔδωσα τὴν ζωήν”.

Γεν. 2,18     Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν.
Γεν. 2,18     Ὁ δὲ Τριαδικὸς Θεὸς εἶπε καθ' ἑαυτόν• “δὲν εἶναι καλὸν νὰ μείνη μόνος του ὁ ἄνθρωπος. Ἂς δημιουργήσωμεν πρὸς χάριν αὐτοῦ βοηθόν του, πλάσμα ὅμοιον μὲ αὐτόν”.

Γεν. 2,19     καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ.
Γεν. 2,19     Πρὶν ὅμως δημιουργήση ὁ Θεὸς τὴν βοηθὸν τοῦ Ἀδάμ, τὴν Εὔαν, ὠδήγησεν ἐνώπιον τοῦ Ἀδὰμ ὅλα τὰ θηρία τοῦ ἀγροῦ καὶ ὅλα τὰ πτηνὰ τοῦ οὐρανοῦ, τὰ ὁποῖα ἐδημιούργησε, διὰ νὰ ἴδῃ αὐτὰ ὁ Ἀδὰμ καὶ νὰ τοὺς δώση τὸ κατάλληλον ὄνομα. Καὶ τὸ ὄνομα, τὸ ὁποῖον θὰ ἔδιδεν ὁ Ἀδὰμ στὸ καθένα ἀπὸ αὐτά, τοῦτο τὸ ὄνομα καὶ θὰ ἔμενεν εἰς αὐτό.

Γεν. 2,20     καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.
Γεν. 2,20     Καὶ ὁ Ἀδάμ μὲ τὴν σοφίαν, τὴν κρίσιν καὶ τὴν γνῶσιν ποὺ εἶχεν, ἔδωσεν ὀνόματα εἰς ὅλα τὰ κτήνη καὶ εἰς ὅλα τὰ πτηνά τοῦ οὐρανοῦ καὶ εἰς ὅλα τὰ θηρία τῆς ὑπαίθρου. Κανένα ὅμως ἀπό τὰ ζῶα αὐτά δὲν εὑρέθη βοηθός ὅμοιος μὲ τὸν Ἀδάμ, ἄξιος καὶ εὐχάριστος εἰς αὐτόν.

Γεν. 2,21     καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς.
Γεν. 2,21     Τότε ὁ Θεός, διὰ νὰ ἀναπληρώση τὴν ἔλλειψιν αὐτήν, ἔφερεν ἔκστασιν στὸν Ἀδάμ, ὁ ὁποῖος καὶ ἐκοιμήθη βαθύτατα. Ἔλαβε τότε μίαν ἀπό τὰς πλευράς τοῦ Ἀδάμ καὶ συνεπλήρωσε διὰ σαρκός τὸ κενόν τῆς ἀναιρεθείσης αὐτῆς πλευρᾶς.

Γεν. 2,22     καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ.
Γεν. 2,22     Καὶ κατεσκεύασε καὶ ἐμορφοποίησε τὴν πλευράν, τὴν ὁποίαν ἔλαβεν ἀπό τὸν Ἀδάμ, εἰς γυναῖκα, τὴν ὁποίαν καὶ ἔφερε πρὸς αὐτόν.

Γεν. 2,23     καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη·
Γεν. 2,23     Ὅταν δὲ ὁ Ἀδάμ ἐξύπνησε καὶ εἶδε τὴν γυναῖκα εἶπεν· “αὐτό εἶναι πλέον ὀστοῦν ἀπό τὰ ὀστᾶ μου καὶ σάρξ ἀπό τὴν σάρκα μου. Αὐτή θὰ ὀνομασθῇ γυνή (ἀνδρίς), διότι ἔγινεν ἀπό τὸν ἄνδρα αὐτῆς.

Γεν. 2,24     ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Γεν. 2,24     Ἕνεκα τοῦ στενοῦ τούτου συνδέσμου τοῦ ἀνδρός πρὸς τὴν γυναῖκα, στὸ μέλλον κάθε ἀνήρ θὰ ἀφήνῃ τὸν πατέρα καὶ τὴν μητέρα του καὶ θὰ συνδέεται στενότατα μὲ τὴν γυναῖκα του, ὥστε οἱ δύο νὰ γίνουν πλέον μία σάρξ διὰ τῆς συζυγίας”.

Γεν. 2,25     καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.
Γεν. 2,25     Ἧσαν δὲ καὶ οἱ δύο γυμνοί, ὁ Ἀδάμ καὶ ἡ γυναῖκα αὐτοῦ, καὶ δὲν ἐντρέποντο ὁ ἕνας τὸν ἄλλον, διότι ἦσαν ἁγνοί καὶ ἀθῶοι.




ΚΕΦΑΛΑΙΟΝ Γ' ή 3ο

Η πτώση του ανθρώπου, στ. 1-24


Γεν. 3,1     Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;
Γεν. 3,1     Ὁ ὄφις ἦτο τὸ εὐφυέστερον καὶ ἐπινοητικώτερον ἀπό ὅλα τὰ ζῶα, τὰ ὁποῖα εἶχε δημιουργήσει Κύριος ὁ Θεός ἐπί τῆς γῆς. Ὁ ὄφις (ὁ διάβολος ὑπό μορφήν ὄφεως) ἠρώτησε τὴν Εὔαν καὶ τῆς εἶπε· “διατί ὁ Θεός ἀπηγόρευσε νὰ φάγετε ἀπό τοὺς καρπούς ὅλων τῶν δένδρων, ποὺ ὑπάρχουν στὸν παράδεισον;”

Γεν. 3,2     καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα,
Γεν. 3,2     Ἡ Εὔα ἀπήντησεν στὸν ὄφιν· “ἀπό τοὺς καρπούς κάθε δένδρου τοῦ παραδείσου ἠμποροῦμεν νὰ φάγωμεν.

Γεν. 3,3     ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.
Γεν. 3,3     Ἀπό τὸν καρπόν ὅμως τοῦ δένδρου, ποὺ ὑπάρχει ἐν τῷ μέσῳ τοῦ παραδείσου, ἔδωσεν ἐντολήν ὁ Θεός λέγων· δὲν θὰ φάγετε ἀπό τὸν καρπόν αὐτοῦ οὔτε καὶ θὰ ἐγγίσετε αὐτό, διὰ νὰ μὴ ἀποθάνετε”.

Γεν. 3,4     καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε·
Γεν. 3,4     Εἶπε δὲ τότε ὁ ὄφις πρὸς τὴν γυναῖκα· “δὲν θὰ ἀποθάνετε· κάθε ἄλλο.

Γεν. 3,5     ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.
Γεν. 3,5     Σᾶς ἀπηγόρευσεν ὁ Θεός νὰ φάγετε ἀπό τὸ δένδρον αὐτό, διότι ἐγνώριζεν ὅτι κατά τὴν ἡμέραν, κατά τὴν ὁποίαν θὰ φάγετε, θὰ ἀνοιχθοῦν τὰ μάτια σας καὶ θὰ εἶσθε καὶ σεῖς σὰν θεοί, ὅμοιοι μὲ αὐτόν, γνωρίζοντες καλόν καὶ πονηρόν”.

Γεν. 3,6     καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον.
Γεν. 3,6     Τότε ἡ Εὔα παρετήρησε προσεκτικότερα τὸ ἀπηγορευμένον δένδρον, εἶδε τὸν καρπόν του ὡραῖον εἰς τὴν ὄψιν καὶ ἐσκέφθη ὅτι εὐχάριστον θὰ ἦτο νὰ δοκιμάσῃ αὐτόν. Καὶ λοιπόν ἔλαβεν ἀπό τὸν καρπόν τοῦ δένδρου αὐτοῦ, ἔφαγεν αὐτή, καὶ ἔδωσε καὶ στὸν ἄνδρα της, καὶ ἔτσι ἔφαγον καὶ οἱ δύο.


Γεν. 3,7     καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔῤῥαψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
Γεν. 3,7     Καὶ ἤνοιξαν τὰ μάτια τῶν δύο πρωτοπλάστων, ἐκατάλαβαν ὅτι ἦσαν γυμνοί σωματικῶς καὶ ψυχικῶς, ἐντράπηκαν τὴν γυμνότητά των καὶ ἔκοψαν φύλλα συκῆς, τὰ ἔρραψαν προχείρως καὶ μὲ αὐτά σὰν ποδιές ἐκάλυψαν τὴν γυμνότητά των.

Γεν. 3,8     Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
Γεν. 3,8     Ὅταν δὲ κατά τὸ δειλινόν ἤκουσαν τὴν φωνήν τοῦ Θεοῦ, ὁ ὁποῖος περιπατοῦσεν στὸν παράδεισον, ἐκρύβησαν ὁ Ἀδάμ καὶ ἡ γυνή αὐτοῦ ἀπό φόβον καὶ ἐντροπήν ἀνάμεσα εἰς τὰ δένδρα τοῦ παραδείσου, διὰ νὰ μὴ ἀντικρύσουν τὸ πρόσωπον τοῦ Θεοῦ.

Γεν. 3,9     καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ;
Γεν. 3,9     Ὁ Θεός προσεκάλεσε τὸν Ἀδάμ καὶ τοῦ εἶπε· “ Ἀδάμ, ποῦ εἶσαι;”

Γεν. 3,10     καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
Γεν. 3,10     Ὁ δὲ Ἀδάμ ἀπήντησεν στὸν Θεόν· “ἤκουσα τὴν φωνήν σου, καθώς περιπατοῦσες στὸν παράδεισον, καὶ ἐφοβήθην νὰ παρουσιασθῶ ἐμπρός σου ἐπειδή εἶμαι γυμνός δι\' αὐτό καὶ ἔσπευσα νὰ κρυφθῶ”.

Γεν. 3,11     καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες;
Γεν. 3,11     Ἠρώτησε δὲ ὁ Θεός αὐτόν· “ποῖος σοῦ ἀνήγγειλεν ὅτι εἶσαι γυμνός; Μήπως καἰ ἔφαγες ἀπό τὸ δένδρον, ἀπό τὸ ὁποῖον καὶ μόνον σοῦ ἀπηγόρευσα νὰ φάγῃς;”

Γεν. 3,12     καὶ εἶπεν ὁ Ἀδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
Γεν. 3,12     Ὁ Ἀδάμ ἔσπευσε νὰ δικαιολογηθῇ καὶ εἶπε· “αὐτή ἡ γυναῖκα, τὴν ὁποίαν σὺ μοῦ ἔδωκες ὡς σύντροφον καὶ βοηθόν μου, αὐτή μοῦ ἔδωσε ἀπό τὸν καρπόν τοῦ ἀπηγορευμένου δένδρου καὶ ἔφαγον”.

Γεν. 3,13     καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον.
Γεν. 3,13     Εἶπε δὲ τότε Κύριος ὁ Θεός πρὸς τὴν γυναῖκα, τὴν Εὔαν· “διατί ἔκαμες αὐτό;” Ἡ Εὔα ἀπήντησεν· “ὁ ὄφις μὲ ἐξηπάτησε καὶ ἔφαγον”.

Γεν. 3,14     καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Γεν. 3,14     Εἶπε δὲ τότε Κύριος ὁ Θεός στὸν ὄφιν· “ἐπειδή διέπραξες αὐτήν τὴν δολιότητα, θὰ εἶσαι κατηραμένος σὺ ἀνάμεσα ἀπό ὅλα τὰ κτήνη καὶ ὅλα τὰ θηρία, ποὺ ὑπάρχουν εἰς τὴν γῆν. Θὰ σύρεσαι στὸ χῶμα μὲ τὸ στῆθος καὶ τὴν κοιλίαν καὶ χῶμα θὰ τρώγῃς ὅλας τὰς ἡμέρας τῆς ζωῆς σου.

Γεν. 3,15     καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Γεν. 3,15     Θὰ θέσω δὲ ἄσβεστον ἐχθρότητα μεταξύ σοῦ καὶ τῆς γυναικός, μεταξύ τῶν ἀπογόνων σου καὶ τῶν ἀπογόνων αὐτῆς. Ἕνας δὲ ἀπόγονος τῆς γυναικός μόνης, αὐτός θὰ σοῦ συντρίψῃ τὴν κεφαλήν καὶ σὺ θὰ κεντήσῃς αὐτοῦ τὴν πτέρναν”.

Γεν. 3,16     καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.
Γεν. 3,16     Πρὸς δὲ τὴν γυναῖκα εἶπε· “θὰ πολλαπλασιάσω εἰς πλῆθος πολύ τὰς λύπας σου, τὰς θλίψεις καὶ τοὺς στεναγμούς σου. Μὲ πόνους θὰ γεννᾶς τὰ τέκνα σου, θὰ ἐξαρτᾶσαι δὲ πάντοτε ἀπό τὸν ἄνδρα σου καἰ αὐτός θὰ εἶναι κύριός σου”.

Γεν. 3,17     τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Γεν. 3,17     Εἰς δὲ τὸν Ἀδάμ εἶπεν· “ἐπειδή ἤκουσες τὴν κακήν συμβουλήν τῆς γυναικός σου καὶ ἔφαγες ἀπό τὸν καρπόν τοῦ δένδρου, ἐκ τοῦ ὁποίου καὶ μόνου ἐγώ σοῦ ἔδωσα τὴν ἐντολήν νὰ μὴ φάγῃς, θὰ εἶναι κατηραμένη ἡ γῆ εἰς τὰ ἔργα σου. Μὲ λύπην καὶ κόπον θὰ κερδίζῃς τὴν τροφήν σου ἀπό τὴν γῆν ὅλας τὰς ἡμέρας τῆς ζωῆς σου.

Γεν. 3,18     ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ.
Γεν. 3,18     Ἀκάθια καὶ τριβόλια θὰ σοῦ φυτρώνῃ ἡ γῆ καὶ θὰ τρέφεσαι μὲ τὰ χόρτα τοῦ ἀγροῦ.

Γεν. 3,19     ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·
Γεν. 3,19     Καθ\' ὅλον τὸ διάστημα τῆς ζωῆς σου μὲ τὸν ἱδρῶτα τοῦ προσώπου σου θὰ τρώγῃς τὸν ἄρτον σου, μέχρις ὅτου ἀποθάνῃς καὶ ἐπιστρέψῃ τὸ σῶμα σου εἰς τὴν γῆν, ἀπό τὴν ὁποίαν καἰ ἔχει πλασθῇ· διότι χῶμα εἶναι τὸ σῶμα σου, στὸ χῶμα θὰ καταλήξῃ καὶ χῶμα πάλιν θὰ γίνῃ”.

Γεν. 3,20     καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
Γεν. 3,20     Ὠνόμασε τότε ὁ Ἀδάμ τὴν γυναῖκα του Ζωήν, διότι αὐτή θὰ ἦτο ἡ μητέρα ὅλων τῶν ἀνθρώπων τῆς γῆς.

Γεν. 3,21     Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Γεν. 3,21     Ὁ δὲ πανάγαθος Θεός, διὰ νὰ προφυλάξῃ τὸν Ἀδάμ καὶ τὴν γυναῖκα του ἀπό τὰς καιρικάς μεταβολάς, κατεσκεύασε δι\' αὐτούς χιτῶνας δερματίνους, μὲ τοὺς ὁποίους καὶ τοὺς ἐνέδυσεν.

Γεν. 3,22     καὶ εἶπεν ὁ Θεός· ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
Γεν. 3,22     Εἶπε δὲ τότε ὁ Τριαδικός Θεός· “ἰδού ὁ Ἀδάμ ἔγινε πλέον σὰν ἕνας ἀπό ἡμᾶς μὲ τὴν ἱκανότητα νὰ γνωρίζῃ καλόν καὶ κακόν! Καὶ τώρα μήπως τυχόν καὶ ἁπλώσῃ τὸ χέρι του καὶ πάρῃ καὶ φάγῃ ἀπό τὸν καρπόν τοῦ ξύλου τῆς ζωῆς καὶ γίνῃ αὐτός καἰ τὸ κακόν ἀθάνατον, πρέπει νὰ ἐκδιωχθῇ ἀπό τὸν παράδεισον”.

Γεν. 3,23     καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
Γεν. 3,23     Καἰ ἔδιωξεν ὁ Θεός τὸν Ἀδάμ ἀπό τὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως, διὰ νὰ ἐργάζεται μετά κόπου τὴν γῆν, ἀπό τὸ χῶμα τῆς ὁποίας εἶχε πλασθῇ τὸ σῶμα του.

Γεν. 3,24     καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
Γεν. 3,24     Ἔβγαλε τὸν Ἀδάμ καὶ τὸν ἔφερε νὰ κατοικήσῃ ἀπέναντι ἀπό τὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως. Διέταξε δὲ τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ρομφαίαν, τὴν συστρεφομένην, νὰ φυλάσσουν τὴν ὁδόν, ἡ ὁποία ὡδηγοῦσε πρὸς τὸ δένδρον τῆς ζωῆς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου