Τετάρτη, 4 Σεπτεμβρίου 2013

Παλαιά Διαθήκη



ΓΕΝΕΣΙΣ
Η ΓΕΝΕΣΗ

ΚΕΦΑΛΑΙΑ 10 - 12


ΚΕΦΑΛΑΙΟΝ 10ο

Οι απόγονοι των γιων του Νώε  στ. 1-32

Γεν. 10,1     Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Γεν. 10,1     Οἱ ἀπόγονοι, τῶν υἱῶν τοῦ Νῶε, τοῦ Σὴμ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ, οἱ ὁποῖοι ἐγεννήθησαν μετὰ τὸν κατακλυσμόν, εἶναι οἱ ἑξῆς·

Γεν. 10,2     Υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
Γεν. 10,2     Υἱοὶ καὶ ἀπόγονοί του Ἰάφεθ εἶναι οἱ Γαμὲρ καὶ ὁ Μαγώγ, Μῆδοι καὶ Ἴωνες, Ἐλισὰ καὶ Θοβέλ, Μοσὸχ καὶ Θείρας.


Γεν. 10,3     καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θοργαμά.
Γεν. 10,3     Υἱοὶ δὲ καὶ ἀπόγονοί του Γαμὲρ εἶναι οἱ Ἀσχανάζ, Ριφὰθ καὶ Θοργαμά.

Γεν. 10,4     καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσεις, Κίτιοι, Ῥόδιοι.
Γεν. 10,4     Υἱοὶ καὶ ἀπόγονοί του Ἰωύαν οἱ Ἐλισά, Θαρσείς, Κίτιοι καὶ Ρόδιοι.

Γεν. 10,5     ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,5     Ἀπὸ αὐτοὺς προῆλθον λαοί, οἱ ὁποῖοι διεσπάρησαν εἰς διαφόρους εἰδωλολατρικὰς νήσους, ἰδίως τῆς Μεσογείου θαλάσσης, καὶ εἰς ἄλλας χώρας κατὰ τὰς γλώσσας αὐτῶν, τὰς φυλὰς καὶ τὰ ἔθνη των.


Γεν. 10,6     Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν, Φοὺδ καὶ Χαναάν.
Γεν. 10,6     Υἱοὶ καὶ ἀπόγονοι τοῦ Χὰμ εἶναι οἱ Χούς, Μεσραΐν, Φοὺδ καὶ Χαναάν.

Γεν. 10,7     υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ῥεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ῥεγμά· Σαβὰ καὶ Δαδάν.
Γεν. 10,7     Υἱοὶ δὲ καὶ ἀπόγονοι τοῦ Χοὺς εἶναι οἱ Σαβά, Εὐϊλά, Σαβαθά, Ρεγμὰ καὶ Σαβαθακά. Υἱοὶ δὲ τοῦ Ρεγμά, ὁ Σαβὰ καὶ ὁ Δαδάν.

Γεν. 10,8     Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
Γεν. 10,8     Ὁ δὲ Χοὺς ἀπέκτησεν υἱὸν τὸν Νεβρώδ. Αὐτὸς ὑπῆρξεν ὁ πρῶτος γίγας εἰς τὴν περιοχήν του.

Γεν. 10,9     οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
Γεν. 10,9     Ἦτο ἐπίσης καὶ ἀνδρεῖος κυνηγός, ἥρως ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Ἦτο τόσον ὀνομαστὸς διὰ τὴν δύναμιν καὶ τὴν ἀνδρείαν του, ὥστε ὡς παροιμία θὰ λέγουν οἱ ἄνθρωποι, ὅταν θὰ θέλουν νὰ ἐξάρουν τὴν ἀνδρείαν κάποιου, “οὗτος εἶναι σὰν τὸν Νεβρὼδ ἀνδρεῖος κυνηγὸς ἐνώπιον τοῦ Κυρίου”.



Γεν. 10,10     καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
Γεν. 10,10     Ἡ ἀρχὴ καὶ ὁ πυρὴν τῆς βασιλείας τοῦ Νεβρὼδ ὑπῆρξεν ἡ Βαβυλών, ἡ Ὀρέχ, ἡ Ἀρχὰδ καὶ ἡ Χαλάννη εἰς τὴν χώραν Σεναάρ.

Γεν. 10,11     ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ῥοωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
Γεν. 10,11     Ἀπὸ τὴν περιοχὴν αὐτὴν Σεναὰρ ἀνεχώρησεν ὁ Ἀσσοὺρ καὶ ἔκτισε τὴν Νινευΐ, τὴν πόλιν Ροωβώθ, τὴν Χαλὰχ

Γεν. 10,12     καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
Γεν. 10,12     καὶ τὴν Δασὴ μεταξύ τῆς πόλεως Νινευΐ καὶ τῆς Χαλάχ. Ἡ δὲ Νινευΐ εἶναι ἡ ὀνομαστὴ μεγάλη πόλις.

Γεν. 10,13     καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ἐνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
Γεν. 10,13     Ὁ Μεσραΐν ἐγέννησεν υἱοὺς καὶ ἀπογόνους, τοὺς Λουδιείμ, τοὺς Ἐνεμετιείμ, τοὺς Λαβιείμ, τοὺς Νεφθαλιείμ, τοὺς Πατροσωνιείμ,

Γεν. 10,14     καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
Γεν. 10,14     τοὺς Χασλωνιείμ, ἀπὸ τοὺς ὁποίους προῆλθον οἱ Φιλισταῖοι, καὶ τοὺς Καφθοριείμ.

Γεν. 10,15     Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
Γεν. 10,15     Ὁ δὲ Χαναὰν ἀπέκτησε πρωτότοκον υἱὸν αὐτοῦ τὸν Σιδῶνα, καὶ ἄλλους ἔπειτα υἱούς,

Γεν. 10,16     καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμοῤῥαῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον
Γεν. 10,16     δηλαδὴ τὸν Χετταῖον, τὸν Ἰεβουσαῖον, τὸν Ἀμορραῖον, τὸν Γεργεσαῖον, τὸν Εὐαῖον, τὸν Ἀρουκαῖον,

Γεν. 10,17     καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
Γεν. 10,17     τὸν Ἀσενναῖον, τὸν Ἀράδιον, τὸν Σαμαραῖον καὶ Ἀμαθί.

Γεν. 10,18     καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
Γεν. 10,18     Μετὰ δὲ ταῦτα διεσπάρησαν αἰ φυλαὶ τῶν Χαναναίων ἀνὰ τὴν περιοχὴν τῆς Χαναάν.

Γεν. 10,19     καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Γεν. 10,19     Ἐξετείνοντο δὲ τὰ ὅρια τῆς περιοχῆς τῶν Χαναναίων ἀπὸ τὴν Σιδῶνα ἕως τὰ Γέραρα καὶ τὴν Γάζαν, ἕως τὰ Σόδομα καὶ τὴν Γομόρραν, τὴν Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.

Γεν. 10,20     οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,20     Αὐτοὶ εἶναι οἱ υἱοὶ καὶ ἀπόγονοι τοῦ Χάμ, κατὰ τὰς φυλὰς αὐτῶν καὶ τὰς διαλέκτους αὐτῶν εἰς τὰς χώρας αὐτῶν καὶ εἰς τὰ ἔθνη, ποὺ διεσπάρησαν.

Γεν. 10,21     Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
Γεν. 10,21     Καὶ ὁ Σὴμ πρεσβύτερος ἀδελφός τοῦ Ἰάφεθ ἀπέκτησεν υἱοὺς καὶ ἀπογόνους καὶ ἀνεδείχθη ὁ γενάρχης τῶν υἱῶν Ἔβερ.

Γεν. 10,22     υἱοὶ Σήμ· Ἐλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν.
Γεν. 10,22     Υἱοὶ τοῦ Σὴμ εἶναι οἱ Ἐλάμ, Ἀσσούρ, Ἀρφαξάδ, Λούδ, Ἀρὰμ καὶ Καϊνᾶν.

Γεν. 10,23     καὶ υἱοὶ Ἀράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
Γεν. 10,23     Υἱοὶ τοῦ Ἀρὰμ ἦσαν ὁ Οὔζ, ὁ Οὔλ, ὁ Γατὲρ καὶ ὁ Μοσόχ.

Γεν. 10,24     καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ.
Γεν. 10,24     Ὁ δὲ Ἀρφαξὰδ ἐγέννησεν υἱὸν τὸν Καϊνᾶν, ὁ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, ὁ δὲ Σαλὰ ἐγέννησε τὸν Ἔβερ.

Γεν. 10,25     καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
Γεν. 10,25     Ὁ Ἔβερ ἀπέκτησε δύο υἱούς· τὸ ὄνομα τοῦ ἑνὸς ἦτο Φαλὲγ- ποὺ σημαίνει χωρισμὸς- διότι ἐπὶ τῶν ἡμερῶν αὐτοῦ διεσπάρησαν οἱ κάτοικοι τῆς γῆς, ὅταν ἐπεχείρησαν νὰ κτίσουν τὸν πύργον Βαβέλ, τὸ δὲ ὄνομα τοῦ ἀδελφοῦ του ἦτο Ἰεκτάν.

Γεν. 10 ,26     Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ἰαρὰχ καὶ Ὁδοῤῥὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
Γεν. 10 ,26     Ὁ Ἰεκτάν ἀπέκτησεν υἱοὺς τὸν Ἐλμωδάδ, τὸν Σαλέθ, τὸν Σαρμώθ, τὸν Ἰαράχ, τὸν Ὀδορρά, τὸν Αἰβήλ, τὸν Δεκλά,

Γεν. 10,27     καὶ Εὐὰλ καὶ Ἀβιμαὲλ καὶ Σαβὰ
Γεν. 10,27     τὸν Εὐάλ, τὸν Ἀβιμαέλ, τὸν Σαβά,

Γεν. 10,28     καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ἰωβάβ.
Γεν. 10,28     τὸν Οὐφείρ, τὸν Εὐειλὰ καὶ τὸν Ἰωβάβ.

Γεν. 10,29     πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
Γεν. 10,29     Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ἰεκτάν.

Γεν. 10,30     καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
Γεν. 10,30     Ἡ δὲ περιοχή, τὴν ὁποίαν κατοικοῦσαν, ἐξετείνετο ἀπὸ Μασςῆ μέχρι Σαφηρὰ στὸ ὄρος τὸ πρὸς ἀνατολάς.

Γεν. 10,31     οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,31     Αὐτοὶ ἦσαν οἱ υἱοὶ καὶ ἀπόγονοί τοῦ Σὴμ κατὰ τὰς διαφόρους αὐτῶν φυλὰς καὶ τὰς διαλέκτους, εἰς τὰς χώρας καὶ τοὺς λαοὺς ὅπου διεσκορπίσθησαν.

Γεν. 10,32     Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Γεν. 10,32     Αὐταὶ εἶναι αἱ φυλαὶ τῶν υἱῶν τοῦ Νῶε κατὰ τὰς γενεαλογίας αὐτῶν καὶ κατὰ τοὺς λαούς. Ἀπὸ αὐτοὺς οἱ ἀπόγονοί των διεσπάρησαν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμὸν εἰς διαφόρους χώρας καὶ νήσους.



ΚΕΦΑΛΑΙΟΝ 11ο

Ο πύργος της Βαβέλ  στ. 1-9

Γεν. 11,1     Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.
Γεν. 11,1     Ἀπ\' ἀρχῆς καὶ μέχρι τῆς ἐποχῆς ἐκείνης ὅλοι οἱ ἄνθρωποι ὡμιλοῦσαν μίαν γλῶσσαν, εἶχον τὴν ἴδιαν ὁμιλίαν.

Γεν. 11,2     καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Γεν. 11,2     Ὅταν οἱ ἀπόγονοι τοῦ Νῶε ἐξεκίνησαν ἀπὸ τὰ ἀνατολικὰ μέρη, εὗρον τὴν πεδιάδα εἰς τὴν περιοχὴν Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.

Γεν. 11,3     καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
Γεν. 11,3     Ἐκεῖ εἶπεν ὁ ἕνας στὸν ἄλλον· “ἐλᾶτε νὰ πλάσωμεν ὅλοι μαζῆ πλίνθους καὶ νὰ τὰς ψήσωμεν εἰς τὴν φωτιά”. Αἱ πλίνθοι ἐχρησίμευσαν εἰς αὐτοὺς ὡς λίθοι οἰκοδομῆς· ὡς συνδετικὸν δὲ ὑλικόν, ὡς πηλόν, μεταξὺ τῶν πλίνθων, ἐχρησιμοποίησαν τὴν ἄσφαλτον.

Γεν. 11,4     καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
Γεν. 11,4     Εἶπαν δὲ κατόπιν μεταξὺ των· “ἐλᾶτε νὰ οἰκοδομήσωμεν ὅλοι μαζῆ διὰ τὸν ἑαυτόν μας καὶ τὴν φήμην μας πόλιν καὶ ἕνα πύργον, τοῦ ὁποίου ἡ κορυφὴ θὰ φθάνῃ ἕως τὸν οὐρανόν. Ἔτσι θὰ ἀφήσωμεν ὄνομα στοὺς ἀπογόνους μας, πρὶν διασκορπισθῶμεν στὸ πρόσωπον ὅλης τῆς γῆς”. Καὶ ἤρχισαν νὰ κτίζουν τὴν πόλιν καὶ τὸν πύργον.


Γεν. 11,5     καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.
Γεν. 11,5     Κατέβη τότε ὁ Θεὸς ἀπὸ τὸν οὐρανὸν νὰ ἴδῃ τὴν πόλιν καὶ τὸν πύργον, ποὺ εἶχαν ἀρχίσει νὰ οἰκοδομοῦν οἱ ἄνθρωποι.

Γεν. 11,6     καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
Γεν. 11,6     Καὶ εἶπε τότε ὁ Κυριος· “ἰδοὺ ἕως τώρα ἕνας λαὸς εἶναι αὐτοὶ καὶ μίαν γλῶσσαν ὁμιλοῦν ὅλοι. Ἰδοὺ ὅτι ἤρχισαν δι’ ἀλαζονείαν καὶ ἐπίδειξιν τὸ οἰκοδομικὸν ἔργον των. Καὶ νομίζουν ὅτι τώρα δὲν θὰ τοὺς λείψῃ τίποτε ἀπὸ ὅσα σκέπτονται νὰ κάμουν”.

Γεν. 11,7     δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
Γεν. 11,7     Εἶπε δὲ τότε ὁ Τριαδικὸς Θεός· “ἐμπρὸς ἂς καταβῶμεν ἐκεῖ καὶ ἂς ἐπιφέρωμεν σύγχυσιν εἰς τὴν γλῶσσαν των, ὥστε νὰ μὴν ἐννοῇ ὁ ἕνας τὴν γλῶσσαν τοῦ ἄλλου”. Ἔτσι καὶ ἔγινε.

Γεν. 11,8     καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
Γεν. 11,8     Μὲ τὴν σύγχυσιν δὲ αὐτὴν τῶν γλωσσῶν καὶ τὴν ἀδυναμίαν των νὰ συνεννοοῦνται μεταξὺ των οἱ ἄνθρωποι, τοὺς ἠνάγκασεν ὁ Θεὸς νὰ ξεχωρισθοῦν εἰς ὁμάδας μεταξὺ των, νὰ διασκορπισθοῦν εἰς ὅλην τὴν γῆν καὶ νὰ παύσουν πλέον νὰ οἰκοδομοῦν τὴν ὑπερήφανον πόλιν καὶ τὸν πύργον των.

Γεν. 11,9     διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Γεν. 11,9     Διὰ τοῦτο καὶ ἐκλήθη τὸ ὄνομα τῆς περιοχῆς αὐτῆς “Σύγχυσις”, διότι ἐκεῖ ἐπέφερεν ὁ Θεὸς σύγχυσιν εἰς τὰς γλώσσας τῶν ἀνθρώπων καὶ διεσκόρπισεν αὐτοὺς εἰς ὅλην τὴν γῆν.


Οι απόγονοι του Σήμ  στ. 10-32

Γεν. 11,10     Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
Γεν. 11,10     Οἱ ἀπόγονοι τοῦ Σὴμ ἦσαν οἱ ἑξῆς. Ὁ Σὴμ εἰς ἡλικίαν ἑκατὸν ἐτῶν, καὶ κατὰ τὸ δεύτερον ἔτος μετὰ τὸν κατακλυσμόν, ἀπέκτησεν υἱὸν τὸν Ἀρφαξάδ.

Γεν. 11,11     καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,11     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἀρφαξὰδ ἔζησεν ὁ Σὴμ πεντακόσια ἀκόμη ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.

Γεν. 11,12     Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 11,12     Ὁ δὲ Ἀρφαξὰδ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα πέντε ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Καϊνᾶν.

Γεν. 11,13     καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,13     Μετὰ δὲ τὴν γέννησιν τοῦ Καϊνᾶν ἔζησε τετρακόσια ἀκόμη ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε. Ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σαλά. Ἔζησε δὲ ὁ Καϊνᾶν μετὰ τὴν γέννησιν τοῦ Σαλὰ τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.

Γεν. 11,14     Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἕβερ.
Γεν. 11,14     Ἐζησεν ὁ Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἀπέκτησεν υἱὸν τὸν Ἔβερ.

Γεν. 11,15     καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,15     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἔβερ ἔζησε τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανε.

Γεν. 11,16     Καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησε τὸν Φαλέγ.
Γεν. 11,16     Ὁ Ἔβερ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα τεσσάρων ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Φαλέγ.

Γεν. 11,17     καί ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,17     Μετὰ δὲ τὴν γέννησιν τοῦ Φαλὲγ ἔζησεν ὁ Ἔβερ διακόσια ἑβδομήκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.

Γεν. 11,18     Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ῥαγαῦ.
Γεν. 11,18     Ὁ Φαλὲγ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ραγαῦ.

Γεν. 11,19     καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,19     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ραγαῦ ἔζησεν ὁ Φαλὲγ διακόσια ἐννέα ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.

Γεν. 11,20     Καὶ ἔζησε Ῥαγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.
Γεν. 11,20     Ὁ Ραγαῦ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα δύο ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σερούχ.

Γεν. 11,21     καὶ ἔζησε Ῥαγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,21     Ἔζησε δὲ μετὰ τὴν γέννησιν τοῦ Σεροὺχ διακόσια ἑπτὰ ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.

Γεν. 11,22     καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.
Γεν. 11,22     Ὁ Σεροὺχ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησε υἱόν, τὸν Ναχώρ.

Γεν. 11,23     Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,23     Μετὰ δὲ τὴν γέννησιν τοῦ Ναχὼρ ἔζησεν ὁ Σεροὺχ διακόσια ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανεν.

Γεν. 11,24     Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
Γεν. 11,24     Ὁ Ναχὼρ εἰς ἡλικίαν ἑκατὸν ἑβδομήκοντα ἐννέα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Θάρα.

Γεν. 11,25     καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,25     Μετὰ δὲ τὴν γέννησιν τοῦ Θάρα ἔζησεν ἀκόμη ἑκατὸν εἴκοσι πέντε ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.

Γεν. 11 ,26     Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν.
Γεν. 11 ,26     Ὁ Θάρα εἰς ἡλικίαν ἑβδομήκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.

Γεν. 11,27     Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν, καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ.
Γεν. 11,27     Οἱ ἀπόγονοί τοῦ Θάρα εἶναι οἱ ἑξῆς. Ὁ Θάρα ἐγέννησε τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν· ὁ Ἀρρὰν ἀπέκτησεν υἱὸν τὸν Λώτ.

Γεν. 11,28     καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
Γεν. 11,28     Ὁ Ἀρρὰν ἀπέθανεν εἰς τὴν χώραν τῶν Χαλδαίων, ὅπου εἶχε γεννηθῆ, ἐνῶ ἀκόμη ἔζη ὁ πατὴρ αὐτοῦ ὁ Θάρα.

Γεν. 11,29     καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἀῤῥὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά.
Γεν. 11,29     Οἱ δύο ἄλλοι υἱοὶ τοῦ Θάρα, ὁ Ἅβραμ καὶ ὁ Ναχὼρ ἔλαβον συζύγους. Τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ἅβραμ ἦτο Σάρα καὶ τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ναχὼρ ἦτο Μελχά. Ἡ δὲ Μελχὰ ἦτο θυγάτηρ τοῦ Ἀρράν, ὁ ὁποῖος ἦτο πατὴρ τῆς Μελχὰ καὶ τῆς Ἰεσχά.

Γεν. 11,30     καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
Γεν. 11,30     Ἡ δὲ Σάρα ἦτο στεῖρα καὶ δὲν ἐτεκνοποιοῦσε.

Γεν. 11,31     καὶ ἔλαβε Θάρα τὸν Ἅβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ.
Γεν. 11,31     Ἔλαβε δὲ ὁ Θάρα τὸν υἱὸν αὐτοῦ τὸν Ἅβραμ καὶ τὸν ἔγγονόν του Λώτ, υἱὸν τοῦ υἱοῦ τοῦ Ἀρράν, τὴν νύμφην αὐτοῦ τὴν Σάραν, σύζυγον τοῦ παιδιοῦ του Ἅβραμ, καὶ ἔβγαλεν αὐτοὺς ἀπὸ τὴν χώραν τῶν Χαλδαίων μὲ τὸν σκοπὸν νὰ μεταβοῦν καὶ κατοικήσουν εἰς τὴν γῆν Χαναάν. Ἔφθασαν εἰς τὴν Χαρράν καὶ ἐγκατεστάθησαν ἐκεῖ.

Γεν. 11,32     καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαῤῥὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαῤῥάν.
Γεν. 11,32     Ὁ Θάρα ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν διακοσίων πέντε ἐτῶν καὶ ἀπέθανεν εἰς τὴν Χαρράν.



ΚΕΦΑΛΑΙΟΝ ΙΒ' ή 12ο

Η κλήση του Άβραμ από το Θεό  στ. 1-9

Γεν. 12,1 Καὶ εἶπε Κύριος τῷ Ἅβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
Γεν. 12,1 Τοτε είπεν ο Κυριος στον Αβραμ· “έβγα από την πατρίδα σου, από τους συγγενείς σου και τον πατρικόν σου οίκον, και ξεκίνα και πήγαινε εις την χώραν, την οποίαν εγώ θα σου δείξω.
Γεν. 12,2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
Γεν. 12,2 Θα σε κάμω δε γενάρχην μεγάλου έθνους, θα σου δώσω πλουσίας τας υλικάς και πνευματικάς ευλογίας μου, θα καταστήσω ένδοξον το όνομά σου και έτσι θα είσαι πλούσιος και δοξασμένος εν μέσω των ανθρώπων.
Γεν. 12,3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
Γεν. 12,3 Θα ευλογήσω δε εκείνους, οι οποίοι θα σε σέβωνται και θα σε τιμούν, θα καταρασθώ δε εκείνους οι οποίοι θα σε υβρίζουν και θα σε πολεμούν. Και το σπουδαιότερον, ότι δι' ενός από τους απογόνους σου θα ευλογηθούν όλαι αι φυλαί της γης”.
Γεν. 12,4 καὶ ἐπορεύθη Ἅβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. Ἅβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαῤῥάν.
Γεν. 12,4 Υπήκουσεν ο Αβραμ και ανεχώρησεν από την Χαρράν, όπως του είχεν είπει ο Κυριος. Μαζή του δε ανεχώρησε και ο Λωτ. Οταν δε ο Αβραμ ανεχώρησεν από την Χαρράν δια την Χαναάν, ήτο εβδομήκοντα πέντε ετών.
Γεν. 12,5 καὶ ἔλαβεν Ἅβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαῤῥάν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
Γεν. 12,5 Επήρε μαζή του ο Αβραμ την γυναίκα αυτού την Σαραν, το παιδί του αδελφού του τον Λωτ, όλους τους δούλους και όλα τα υπάρχοντά των όσα είχον αποκτήσει εις Χαρράν, και έφυγον από την πόλιν Χαρράν, δια να μεταβούν εις την χώραν Χαναάν.

Γεν. 12,6 καὶ διώδευσεν Ἅβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
Γεν. 12,6 Ο Αβραμ διεπέρασε κατά μήκος από βορρά προς νότον την Χαναάν μέχρι του τόπου της Συχέμ, πλησίον της τοποθεσίας, της λεγομένης “υψηλή δρυς”. Οι Χαναναίοι δέ, οι απόγονοι δηλαδή του Χαμ, κατοικούσαν τότε την περιοχήν αυτήν.
Γεν. 12,7 καὶ ὤφθη Κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Γεν. 12,7 Εκεί εφανερώθηκε ο Κυριος στον Αβραμ και του είπεν· “αυτήν όλην την χώραν θα την δώσω στους απογόνους σου”. Ο Αβραμ, ευγνώμων προς τον Θεόν και δια τον λόγον ότι εκεί εφανερώθηκε εις αυτόν ο Κυριος, έκτισε προς τιμήν Αυτού θυσιαστήριον.
Γεν. 12,8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Γεν. 12,8 Ανεχώρησεν από την τοποθεσίαν αυτήν ο Αβραμ, μετέβη εις κάποιο όρος ανατολικά της Βαιθήλ και έστησε την σκηνήν του μεταξύ της Βαιθήλ, η οποία ευρίσκετο προς δυσμάς εις την θάλασσαν και της Αγγαί, η οποία ευρίσκετο προς ανατολάς. Εκτισε δε εκεί θυσιαστήριον προς τον Κυριον, του οποίου και επεκαλέσθη το όνομα.
Γεν. 12,9 καὶ ἀπῇρεν Ἅβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
Γεν. 12,9 Αλλά και από εκεί ανεχώρησεν ο Αβραμ και εγκατεστάθη νοτιώτερα εις την έρημον περιοχήν.

Ο Άβραμ στην Αίγυπτο  στ. 10-20

Γεν. 12,10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἅβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
Γεν. 12,10 Τοτε δε έγινε λιμός και ήλθε πείνα εις την Χαναάν. Δι' αυτό ο Αβραμ κατέβηκε εις την Αίγυπτον, δια να κατοικήση εκεί, επειδή ήτο μεγάλη η πείνα εις την χώραν Χαναάν.
Γεν. 12,11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Γεν. 12,11 Οταν δε επλησίαζε να εισέλθη εις την Αίγυπτον, είπεν εις την Σαραν την συζυγόν του· “εγώ γνωρίζω καλά ότι είσαι εύμορφη γυνή.
Γεν. 12,12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
Γεν. 12,12 Υπάρχει φόβος, όταν σε ιδουν οι Αιγύπτιοι, να είπουν ότι η γυναίκα αυτή είναι σύζυγός του. Τοτε εμέ μεν θα φονεύσουν, σε δε θα περιποιηθούν.
Γεν. 12,13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Γεν. 12,13 Δια τούτο είπε ότι είμαι αδελφή του, ώστε χάριν σου να εύρω και εγώ μίαν ευμενή υποδοχήν, να διαφύγω τον θάνατον και να ζήσω χάρις εις σέ”.
Γεν. 12,14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν Ἅβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
Γεν. 12,14 Πράγματι· όταν ο Αβραμ εισήλθεν εις την Αίγυπτον, είδον οι Αιγύπτιοι την σύζυγόν του, ότι ήτο ωραιοτάτη.
Γεν. 12,15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
Γεν. 12,15 Και οι άρχοντες ακόμη του Φαραώ την είδον, επήνεσαν αυτήν προς τον Φαραώ και την ωδήγησαν εις τα ανάκτορά του.
Γεν. 12,16 καὶ τῷ Ἅβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Γεν. 12,16 Χαριν δε αυτής υπεδέχθησαν με ευμένειαν και επεριποιήθησαν τον Αβραμ, ώστε αυτός να αποκτήση πρόβατα και μόσχους και όνους και δούλους και δούλας και ημιόνους και καμήλους.
Γεν. 12,17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ.
Γεν. 12,17 Ο Θεός όμως ετιμώρησε και εβασάνισε τον Φαραώ με πολλάς και οδυνηράς θλίψεις αυτόν και την οικογένειάν του δια τας απρεπείς διαθέσεις που είχε προς την Σαραν, την γυναίκα του Αβραμ.
Γεν. 12,18 καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Γεν. 12,18 Ο Φαραώ αντιληφθείς την αιτίαν των δοκιμασιών εκείνων εκάλεσε τον Αβραμ και του είπε· “τι είναι αυτό το οποίον μου έκαμες; Διατί δεν μου ανήγγειλες ότι αυτή είναι σύζυγός σου;
Γεν. 12,19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
Γεν. 12,19 Διατί μου είπες ότι είναι αδελφή σου και έλαβον αυτήν ως σύζυγόν μου; Και τώρα ιδού η σύζυγός σου είναι ενώπιόν σου. Παρε την και φύγε έξω από την Αίγυπτον”.
Γεν. 12,20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Ἅβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.
Γεν. 12,20 Διέταξε δε ο Φαραώ μερικούς άνδρας να πορευθούν και να προπέμψουν τιμητικώς εκτός της Αιγύπτου τον Αβραμ, την γυναίκα του και όλα τα υπάρχοντά του.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου